Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἀνύσας τοίνυν τὴν πολλὴν ὁδὸν μᾶλλον ἢ πρὶν ἐδυσχέραινον τὸ χωρίον. εἰπὼν δὴ πρὸς τὸν ἄρχοντα ἃ φρονῶ, καὶ βοηθεῖν παντὶ θυμῷ δεηθεὶς καὶ πείσας αὐτόν τε καὶ <τοὺς> ἰατρούς, τοὺς μὲν λέγειν, ὡς τῇ κεφαλῇ μοι φάρμακον μὲν ὁ παρ’ ἡμῖν ἀήρ, ἐχθρὸς δὲ ὁ παρ’ ἐκείνοις, τὸν δὲ ἁπλῶς οὕτω προσίεσθαι, πείθω πάλιν τῶν τινα ἐν βασιλείοις νατῶν τῇ τῶν ἰατρῶν γνώμῃ συναγορεύοντα πεῖσαι βασιλέα μὴ φθονῆσαι τῇ κεφαλῇ· ὁ δὲ ἐβοήθει μέν, ἐβοήθει | δὲ οὐ <μέν>, διειστήκει γὰρ τοῖς τρό- [*](R 67) ποις, ἐνδεικνύμενος δέ, ὡς οὐδὲν ἂν αὐτὸν ἐγχειρή- σαντα διαφύγοι.