Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὁ δὲ οὐκ ἀπείρως μὲν ἡμῶν ἔχων, εἰς πεῖραν δὲ τῶν Ἀθήνησιν ἐρχό μένος καὶ τὰ μὲν δακρύων, τῶν δὲ οὐκ ἀμνημονῶν ἐπέπληξεν Ἀθηναίοις, εἰ ἀξιοῦντες διὰ κάλλη λόγων ἐκεῖσε ἅπαντας καταπλεῖν οὐκ ἐπεισάγουσι τῶν ὄντων σφίσιν ἀμείνω· ἀλλὰ σίτῳ μὲν ἐπεισάκτῳ χρώ- μενοι διδάσκαλοι τῶν περὶ τὸν σῖτον αὐτοὶ καταστάντες ἅπασιν οὐδὲν ἡγεῖσθε δεινόν, εἰ δὲ περὶ τοὺς λόγους τοῦτο δράσετε, τὰ σεμνὰ ὑμῖν οἰχήσεται; ἐγὼ μὲν οὐδ’ εἰ πάντας ὑμῖν κατεχρύσουν νεώς, μᾶλλον ἂν ἦν της ἢ τοιαῦτα εἰσηγούμενος.