Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὃ δὲ δὴ τῶνδε μεῖζον ἔργον τῆς Τύχης, μᾶλλον δὲ ὅτου τις ἂν φήσειεν ἀνδρὶ δόξαν τὴν ἀπὸ λόγων οἵωνπερ [*](4) ἡμεῖς, διώκοντι, μετὰ γὰρ τὴν | τῶν τυράννων κα- [*](R 58) τάλυσιν, ὧν τὸν μὲν λόγῳ, τὸν δὲ χειρὶ Κωνστάντιος ἔπαυσε, δωρεῖται μὲν τοὺς Ἕλληνας τῇ Στρατηγίου πρᾳότητι κόσμον τῆς αὑτοῦ βασιλείας τὴν ἐκείνου νο- μίζων ἐν ἀρχαῖς χρηστότητα.