Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὁρῶσα γὰρ αὖ τοὺς μὲν κα- κοηθείᾳ, τοὺς δέ τινας καὶ ἀγνοίαι τὴν ἐκεῖθεν ἀνα- χώρησιν οὐχ ὅπερ ἦν, καλοῦντας, τιμωρίαν δὲ νομάζοντας καὶ ψῆφον τῆς πόλεως, ἀλλ’ οὐκ ἐργαστηρίου πονηροῦ τινος ἐπήρειαν, εἶδεν, ὡς ἐνὶ μόνῳ τοῦτ’ ἂν ἐξαλειφθείη τὸ αἰσχρόν, εἰ ὑπὸ τῆς πόλεως αὖθις | [*](R 57) θηραθεὶς ἐχοίμην ἐν ἅπασί τε οἷς ἔμπροσθεν εἴην νέων τέ (τινων ἐκεῖ) περιεστηκότων θεάτρων τέ μοι πληρουμένων ὑφ’ ἡλικίας ἁπάσης.