Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
νεύω καὶ ὑπισχνοῦμαι, καὶ ἦμεν ἐν τῇ Νικομήδους καὶ εἰσῆγον τὴν ἐπίδειξιν. ἔπειτα ἧκέ [*](5 Gothofred. Prosopogr. cod. Theod. 378 11 II ζ 202) [*](1 πρὶν δή — 2 πεφευγέναι citat Plan fol 21 πρὶν δὴ] καί Plan πόρρωθεν om Plan 2 ἐσήμαινε L Plan 3 δήμου Β 4 ἐσάγειν ACPL Mor Re num ἐξάγειν? 6 ἐπὶ τοῖς ὅροις? 9 ἀνάγκης supra ἀνάγκην L2 10 διαταῦτα BV | ἐκείνου L τὸν συκοφάντην Mor 12 ἔδρασεν ἀνερυθριῶν? 13 αὑτὸν Re αὐτὸν libri Ferr Mor 21 καί τότε ὅ τε L τε in γε corr A2 | καλεῖν Β 23 ἧκε ex ἧκεν corr C ἧκεν Α)
118
ποθεν, ὥσπερ πνεῦμα, ὁ συκοφάντης ἄγων τὸν ὑπόπτην ἐκεῖνον καὶ ἔφασκε δεῖν τὸν ἐκείνου φθάσαι λόγον, πρὶν ὑπὸ κρότου πολλοῦ καταληφθῆναι τὸν δικαστήν. ὁ μὲν οὖν ἤσχαλλεν, ἐγὼ δὲ συνεχώρουν. ὁ δὲ εἰσελ- θῶν ἦν αὐτὸς καίτοι γε λέγων ἐν πεντεκαίδεκα ἀνθρώ- [*](R 51) ποις αὐτὸς δεηθεὶς τὴν ἐμὴν ἀπεῖναι | μερίδα. ὡς γὰρ εἶδε τὸ στάδιον, ἰλιγγιάσας ἐξενήνεκτο τῆς μνήμης καὶ ἐβόα μηδὲ τότε πεπαῦσθαι τὸν γόητα ἐμέ· του δὲ ἀναγνῶναι κελεύσαντος, εἰσελθεῖν γὰρ λόγον, οὐ μνή- μὴν κρινῶν, οὐδὲ τοὺς ὀφθαλμοὺς ἔφη δύνασθαι τὸ αὑτῶν ὑπὸ τοῦ αὐτοῦ ποιεῖν. ἀλλ’ ὁ δεῖνα λαβὼν ἀναγνώσεται, δείξας τῶν ῥητόρων τὸν ἄριστον. ὁ δὲ ὡς τοῦτο ἤκουσε, ῥίψας τὸ βιβλίον ἀπῄει πιμπλὰς τὴν ἀγορὰν ἀνοήτων ῥημάτων.