Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ ὁ μὲν ὂν θυμὸν κατέδων ᾤχετο οἴκαδε στένων, ὁ δὲ οἷς ἔδωκεν ἂν ἐρυθριῶν καλέσας ἐμὲ καὶ παρ’ αὑτὸν καθίσας ἐν τῷ δικαστηρίῳ τρίβων τῇ χειρὶ τὸ πρόσωπον διασύρων τε τοὺς ὑπὲρ τοῦ σοφιστοῦ παρὰ τοῦ φίλου λόγους | ἠξίου με πρᾴως τε ἔχειν τῇ παρ’ αὐτὸν ὁδῷ καὶ [*](R 50) μηδὲν οἴεσθαι τῶν πεπραγμένων πεπρᾶχθαι, φήσαντος δέ μου καὶ πρὸ τῶν αὐτοῦ λόγων ὧδε ἔχειν πίστιν ἀπῄτει τῶν εἰρημένων, εἶναι δὲ πίστιν, εἰ ποιησαίμην αὐτὸν ἀκροατὴν ἐν μέσοις Νικομηδεῦσι λόγου τινός. καίτοι ὅ γε Φίλιππος, ἔφη, καλεῖ, ταυτὶ δὲ ὅμως προ- τετιμήσθω.