Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἐμοὶ δὲ ἀκούοντι ταῦτα καὶ μετὰ ταῦτα ὁρῶντι δεῦρο κεκομισμένον περιειστήκει μὲν ὁ [*](R 168) τῆς τοῦδε μητρὸς θάνατος, περιειστήκει | δὲ τὸ μηδὲ [*](†) ἐπὶ κλίνης τὸ γένος ἐξεῖναι ἀπ’ ἐκείνης κινεῖσθαι† πόδες τε καὶ χεῖρες, εἶπέρ ποτε, ἀπειρήκεσαν. θεῶν δὲ δω- ρεαί, λόγων ἔμενον ἐν τῷ στόματι τύποι, ὁποῖοι πρό- τερον, καὶ τοῦτ’ ἦν τὸ μὴ παρασχὸν τοῖς πολεμίοις λαμπρῶς ἤδη παιανίζειν. θεάτροις μὲν οὐκ ἦν χρῆσθαι, ὅ δὲ πρὸς τοὺς ἐν τῷ μανθάνειν, ἐπληροῦτο κατὰ τὸν νόμον.