Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὁ δὴ τὰ τοιαῦτα ὑπὲρ τῶν τοιούτων παρὰ τῶν ὅ τι ἂν ἐθέλωσι δοῦναι κυρίων αἰτῶν, βὼν καὶ ἔχων οὐκέτ’ ἦν αὐτός. ἀλλὰ πέντε μὲν ἢ. μικρῷ τῳ πλείους ἡμέρας μόλις κατέχων αὑτὸν οὐκ ἐγυμνοῦτο. ἔπειτά ποτε ῥημάτων ὑπ’ ἐμοῦ ῥηθέντων τῶν πειρωμένων ἀμύνειν ὀρφανίᾳ τε καὶ πενίᾳ καὶ νεότητι μαθητοῦ τινος ἡμετέρου (πῦρ ἐν μοσίᾳ τρέφοντος) τότ’ οὖν θυμῷ καλυφθεὶς καὶ τε ὀφθαλμὼ κινήσας τήν τε ῥῖνα χειρὶ πιέσας μέγα φθεγξάμενος, ἔα με, εἶπεν, ἄρχειν, ὡς νῦν γε οὐκ ἐᾷς. τῷ δ’ ἄρα καπηλεύειν ἐδέδοκτο καὶ ταλάντων ἐ̓με- λεν, ᾧ τὴν ἐμὴν ᾔδει φύσιν ἐναντιωσομένην.