Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τὸ δὲ αἴτιον οὔτε τότε ᾔδειν νῦν τε εὑρεῖν οὐκ ἔχω. πρὸς δὲ τὰς βολὰς [*](R 144) βοαὶ μὲν τῶν ὁρώντων | ἦσαν, οἵας ἄν ποιήσειαν ὑπὲρ τοιούτων φόβοι, χεῖρες δὲ ἔδρων οὐδέν, αἰ δὲ τῶν θεῶν καὶ πάνυ, δι’ οὓς ἅπας λίθος μάταιος, τῶν μὲν οὐκ ἐφικνουμένων, τῶν δὲ ὑπερπετομένων.