Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὀλίγαις δὲ ἡμέραις ὕστερον ὃν ἐποίησα λόγον αἰτήσαντι στρατηγῷ, καὶ γὰρ τοῦτό μοι παρὰ τῆς θεοῦ τὸ εἶναι τοὺς τὰ τοι- αῦτα αἰτοῦντας, τοῦτον οὖν τὸν λόγον δεικνύων εὐδο- κίμουν, καὶ ἦν παραμύθιον ὁ κρότος τελευτῆς ἀνδρός, οὗ τὰ γράμματά μοι πρὸς ἐπιδείξεις συνέπραττε βελτίω τε ὄντα τῶν ἐμῶν ἃ ταῖς ὠδῖσιν ὑπήκουε, καὶ παρέ- χοντα τρέχειν τοῖς ὀφθαλμοῖς δι’ αὐτῶν. ἐπὶ τούτοις ἐβοήθουν φίλοις γονεῦσι παίδων παιδευομένων ὀργήν [*](19 cf. p. 187, 12 sq.) [*](1 τὰ τοιαῦτα] ταῦτα VL γρ Mor in marg 2 ὒ in ἐγκε- καλυμμένος in ras C f ἐγκεκρυμμένος L 3 αὐτοῦ BVL 5 ἐξεμεῖν Wyttenb et Cobet Mnem. V 104 (= Coll. 100) Ι αἱ om VL 6 ὅ τε scripsi auctore, Gasda ὅτε libri edd 7 αὑτὸν corr ex αὐτὸν C p αὑτὸν Α αὐτὸν L 11 με θέλειν libri edd Ι ἐγέγραπτο L 12 ante ὥστε lacunam statuo cum Gasda Ι ν ul- timum in ἐκτεθεικόσιν in ras 3 ltterarum P3 ἐντεθεικόσιν L Ι νᾷ τὰ in ἐκεῖνα τὰ in ras 2 litterarum P3 13 ἢν in ras P2 16 τῆς] τοῦ γρ Mor in marg Ι τὰ om VL)
233. Τὴν δὲ ἀπὸ τοῦ λιμοῦ καὶ ἅμα ἀπὸ τοῦ λοιμοῦ λύπην, ἐξ ὧν πολύ τὸ θνῆσκον, οὐδ’ ἂν εἰπεῖν ὅση μοι κατέσχε τὴν ψυχήν, δυναίμην. ὅτε φόβος ἠνάγκαζε πατέρας καλεῖν τοὺς αὑτῶν παρ’ ἑαυτούς, ὥσπερ ἐκ πυρός, οἱ μὲν δὴ ὑπήκουον, μεῖον δὲ ἐμοὶ τὸ ποίμνιον, ἐγὼ δ’ ἔχαιρον σωζομένων ἄλλοσε ἰόντων. πάντα μέν- τοι τὸν χρόνον τοῦτον ἄνευ γέλωτος διῆγον ἱκετεύων θεοὺς δοῦναι μὲν καρπούς, δοῦναι δὲ ὑγίειαν. καὶ τὸ μὲν ἔδοσαν, καὶ ὁ λοιμὸς ἔστη, καρποὺς δὲ ἐλπίζειν μὲν ἔνι, τύχοι δὲ ἡ ἐλπὶς τοῦ τέλους.
234. Ἀλλὰ τά γε τῶν ἡμετέρων λόγων νῦν πλέον | ἢ πρότερον ἥττηται τῶν ἑτέρων, ὥσθ’ ἡμῖν καὶ [*](R 143) φόβον ὑπὲρ αὐτῶν γενέσθαι, μὴ ἐκκοπῶσιν ὅλως, νόμου τοῦτο ποιοῦντος. γράμματα μὲν οὖν καὶ νόμος τοῦτο οὐκ ἔπραττεν, ἡ τιμὴ δὲ καὶ τὸ τῶν τὴν Ἰταλὴν σταμένων γενέσθαι τὸ δύνασθαι. θεοῖς δὲ ἄρα τοῖς δοῦσι τούσδε τοὺς λόγους καὶ ὑπὲρ τῆς νίκης ὧν ἔδοσαν μελήσει καὶ τοῦ τὸ κράτος ὅ ποτε ἦν ἐν αὐτοῖς, κομίσασθαι.
235. Παρὰ τούτων δὲ ἄρα τῶν θεῶν ὑπῆρξε καὶ ἐμοί ποτε σωτηρία πολλοῖς μὲν πρότερον ἔτεσι, λεγέσθω [*](1 ἐξαίρων ACB | δεσμὸν V 6 πατέρας Ferr in marg om AC Ferr | καλεῖν τοὺς αὑτῶν scripsi e VL Ferr in marg προσ- καλεῖν τοὺς αὐτῶν PB προσκαλεῖν τοὺς αὐτοὺς AC Ferr τοὺς αὑτῶν καλεῖν Mor Re | αὑτοὺς L 1 δέ μοι L 8 δὲ V | σωιζομένων C | μέντοι scripsi e VL μὲν ACPB edd 11 λι- μὸς L 12 μὲν Ferr in marg om ACPB 17 τῶν om Β | ῶν in Ἰταλῶν in ras ex ὴν corr P4 ἰταλῶν Β fortasse recte cf. Ι 153, 7 et 185, 21 R 20 καὶ τοῦ τὸ κράτος in ras P3 τοῦ τὸ] τοῦτο Α Ferr Mor τὸ Β | κράτος om A | πότε AC)