Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὗτος ἐν λιμῷ κατειλήφει τὴν πόλιν. τοῦτον [*](R 140) μείζω τὸν λιμὸν ἐποίουν αἰ κατὰ τῶν | σιτοποιῶν ἀπειλαί. εἶθ’ οἱ μὲν ἀποδράντες ἔσωζον ἑαυτούς, ἄρτος δὲ οὐδαμοῦ, πυροῦ δὲ ἐλπίδες, καὶ κακῶς δ’ ἂν ποιήσειε τὸ πεινῆν. ἡ μὲν οὖν πόλις οὐδὲν διέφερε χειμαζομένης νεώς, ἐγὼ δὲ εἰσδραμὼν παρὰ τὸν ἄρ- χοντα μετὰ πόνου μέν, παύω δ’ οὖν βλαβερὰν φιλο- νεικίαν. ἀπιστία δὲ εἶχε τοὺς σιτοποιούς, ὡς οὐχ ἁλώσονται φανέντες, καὶ ἅπασαι ὑποσχέσεις ἀσθενεῖς πλὴν μιᾶς τῆς ἐμῆς.