Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καίτοι πολλαὶ μὲν ἐγίγνοντο πρε- σβεῖαι περὶ εἰρήνης, πολλαὶ δὲ ὑποσχέσεις, ἀλλ’ οὐ [*](9 στύραξ μὲν θηλυκῶς θυμίαμά τι, ὡς ἐνταῦθα, ἀρσενικῶς δὲ ὁ συνέχων τὴν αἰχμὴν μετὰ τοῦ ξύλου κρίκος. εὕρηται δὲ καὶ στυράκιον οὐδετέρως B2 (= Thom. Μ. S. ν. Ρ. 334, 6).) [*](1 αὐτῷ VL ἐρύετο C 2 τὴν inserui cum Gasda 5 ὑπ’ inserui 7 ξ in ὑπῆρξε in ras Ρ3 ὑπῆρχε Α 8 δὴ om Β 9 στύρακος — 10 θεόν citat Thom. M. S. ν. στύραξ ρ. 334, 7 Λι- βάνιος ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης στύρ. κτλ. 11 αὐτῶν L 16 καὶ om VL | οὐδ’ ὁτιοῦν ACB 17 χρόνον VL 19 αἰτοῦντες inser Ferr in marg' 20 ἐν in ἐνεγίγνετο inser Ρ3 ἐνεγίνετο V 21 ἐγίνοντο V)

182
προὐδίδουν γε αὐτοῖς ἐμαυτὸν οὐδὲ ἀνεπειθόμην. τοιγαροῦν ἐπῃνούμην τε καὶ ἀνὴρ εἶναι ἐδόκουν ἔν τε ἠπείροις καὶ νήσοις, δεῖγμα τρόπου βελτίονος ἐκ- φέρων τὴν ἀπὸ τῆς ὁμιλίας τῆς ἐκείνου φυγήν.

225. Δοῦσα δὲ ἡμῖν ἄρχοντα ἀγαθὸν ἀντὶ κακοῦ τὸν Θεοδώρου τοῦ οὐ δικαίως ἀποθανόντος ἡ Τύχη ἔδωκε μὲν σωτηρίαν, ἔδωκε δὲ ἐλευθερίαν, ἔδωκε δὲ ἀναπνεῦσαι λυπήσασα μόνους τοὺς σοροπηγούς. ὁ δὲ Μουσῶν τε ἦν τρόφιμος καὶ τὴν ἀρχὴν ἆθλον εἶχεν ἐπῶν λέγειν τε ἐκ τῆς ἀρχῆς κεκωλυμένος λεγόντων ἀπολαύειν ἤθελε ταῖς τε εἰς ἐμὲ τιμαῖς παῖδα ἐμὸν ἑαυτὸν ἐπεποιήκει, ὥστ’ εἶναί μοι καὶ σὺν ὀργῇ φθέγ- γεσθαι, ὃ καὶ Θεοδώρῳ ἄν, εἴπερ ἐτύγχανε ζῶν. [*](14)