Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἦν οὖν βοὴ τῶν τε ὀρεωκόμων τῶν τε ἐν τῷ βουλευτηρίῳ, [*](9) τῶν μέν, ὡς ἐπ’ ἀκουσίῳ τῷ κακῷ, τῶν Ι δὲ ἀλλή- [*](R 136) λους ἀμύνειν παρακαλούντων· καὶ οἱ μὲν ὄπισθεν ἀνεῖχον τοὺς πόδας χερσὶ πολλαῖς, ὁ δὲ οὐ κατὰ τὴν ἑαυτοῦ φύσιν τάς τε χεῖρας ἀνέσχε καὶ ἡσύχαζε μων. ἄμφω δὴ τούτω <τῆς> θεοῦ νομιστέον, τό τῶν ἀνθρώπων τό τε τοῦ ἵππου.

218. Χειμῶνος δὲ ἀρχομένου πολλαί τε πολλαχόθεν ἀγγελίαι τελευτὰς ἑταίρων μηνύουσαι καὶ παρ’ ἡμῖν ἐκφορὰ νεανίσκου λύπην, ὁπόσην τῷ πατρί, πολλοῖς ἐνεγκοῦσα καὶ πολιτῶν καὶ ξένων κατά τε τὴν αὐτοῦ τοῦ τεθνεῶτος καλοκἀγαθίαν καὶ τὴν εἰς ἅπαντας τοὺς ἐν ταῖς χρείαις τοῦ οἴκου χρηστότητα.