Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ ἐν αὐτῷ δὴ τῷ τῆς κακοπραγίας χρόνῳ διδάσκαλοι παρ’ ἡμῖν ῥητορικῆς ἐξετράφησαν, ὧν πολλοὶ μὲν διασπαρέντες κατέσχον τὴν Ἀσίαν, εἷς δέ τις τὸ τῆς Εὐρώπης ἄκρον, ἐφ’ οὗ πόλις ᾤκισται <ἡ> μεγάλη φῶσα τῷ Βοσπόρῳ.

216. Τῆς δ’ αὖ τῶν θεῶν ἐπικουρίας καὶ τὸ ῥη- θησόμενον ἀπόδειξις. ἐξιόντι μοι τοῦ βουλευτηρίου [*](R 136) μετὰ τοὺς εἰωθότας πόνους ἐπὶ τοῦ ἵππου Ι τοῦ μικροῦ φερομένῳ πρός τε τὴν θύραν ἀναβεβηκότι τὴν νέαν ἀπαντᾷ ζεῦγος ὁρέων εἰς ἀναστροφὴν περιαγο- [*](1 ἐκείνου AC Mor Re 5 τῆς corr e τῶν P3 13 με scripsi auctore Re Anim μὴ libri excepto V in quo rasura dua- rum litterarum, et edd 15 τὴν μητέρα L 17 δὴ] δὲ Re Anim 20 ἡ inserui coll. I 681, 8 R 26 τι in ἀναβεβη- κότι in ras P2 26 περιαγομένου L)

179
μένων, καὶ ὁρῶν τὸ ζεῦγος ὁ ἵππος ἔδεισε μικρὸν δὴ γενέσθαι σφίσι τῶν προσώπων τὸ μέσον, καὶ οὔτ’ ἀναστρέψαι ἦν τῷ ἵππῳ διὰ τὴν στενότητα οὔτε ἐξελ- θεῖν διὰ τὸν φόβον. λοιπὸν οὖν κατὰ τῶν νώτων κατενεχθέντα τὸν ἵππον ἔχειν ὕπτιον ὑπὸ τοῖς νώτοις ἐμὲ καὶ τὸ μὲν ἄλλο ὧδε κεῖσθαι, τὴν κεφαλὴν δὲ ἔξω τοῦ ἵππου πεσοῦσαν καὶ τοῖς ἐν μέσῳ τῶν κιόνων λίθοις ἐνραγεῖσαν δεικνύναι τὸν ἐγκέφαλον.