Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

οὐ γὰρ οἶδ’, ὅ τι ἂν τούτῳ παρεξετάσας κακόν, καίτοι μυρίοις βεβλημένος, ἢ μεῖζον ἢ ἴσον εὗρον ἄν. ὥστε καὶ ᾐτιώμην τοὺς δαίμονας, ὅτι μὴ θάνατος ἀντὶ τοῦ παρόντος ἐπῆλθεν. οὐδὲ γὰρ τῶν μοι γενομένων ἀγαθῶν ἔσθ᾿ ὅ τι ἂν ἀντίρροπον αὐτοῦ δόξειε. ποία γὰρ ἐπίδειξις; τίνες εὐφημίαι; τίς κρότος; τίνες ἐκ [*](1 καὶ om L 2 ὄιν in αὐτοῖν in ras P3 | βρέξας Re βρέξασαν libri Ferr Mor 5 μου CL et supra μοι P3 et edd 12 γε scripsi ex ACPBV γρ Mor in marg τε L edd | κελεύ- σαντος scripsi e Ρ (sed ν m2 in ras) et Β auctore Re κελεύσας reliqui libri 16 τε scripsi e V et γρ Mor in marg auctore Re γε reliqui libri edd 18 γρ ἐπὶ supra ἐν P3 ἐν A 20 Ἶσον ACPVL edd | εὗρεν Β 22 ἐπῆλθεν scripsi e libris et γρ Mor in marg ἐπελήλυθεν edd | οὐδὲν Β)

175
βασιλέων τιμαί; πλοῦτος μὲν γὰρ οὐκ ἐγένετο, καὶ τὸν | Γύγου δὲ νικῶν ἡττᾶτο ἂν τοῦ πάθους.

[*](R 129)

205. Καίτοι Ἄι ἐν αὐταῖς ταύταις ταῖς τοῦ πάθους ἡμέραις ἀπ’ ἔργου τοῦδε θαυμαστὸς ἐδόκουν εἶναι καὶ ἅμα μακάριος. ἀπολελαύκει μὲν οὐ χρηστοῦ τοῦ τοῦ χει- μῶνος ἡ γῆ, μετριωτέρα δὲ οὐδὲν ἡ μετ’ ἐκεῖνον ὥρα. καρπῶν δὲ τῶν μὲν οὐδ’ ἀναφύντων, τῶν δὲ ὡς ὀλι γίστων καὶ οὐδὲ αὐτῶν ὑγιῶν, ἐκεκίνητο μὲν ἐπὶ τὴν βουλὴν ὁ δῆμος οὐδενὶ δικαίῳ, οὐ γὰρ ὄμβρων ἡ βουλὴ κυρία, σῖτον δὲ οἱ ἄρχοντες πανταχόθεν ἐκά- λοῦν, αἱ τιμαὶ δὲ τοῖς ἄρτοις ἐπὶ τὸ πλέον ἧκον.