Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
πειρωμένου δέ με ἐπανάγειν τοῦ γέροντος καὶ αὖθις ποιεῖν ὑγι- αίνειν, λόγῳ γε ὂν ἐτύγχανον συντιθείς, κελεύσαντος προσθεῖναί τι, τὸ γραμμάτιον ἀναιροῦμαι μὲν καὶ ἐνε- χείρουν, εἰς ἄγνοιαν δὲ τῆς ὑποθέσεως καταστὰς ἀπ’ οὐδενός τε τῶν γεγραμμένων ἐμαυτὸν ἔχων διδάξαι, τί ποτε ἦν μοι βουλόμενος ὁ λόγος, τὸ μὲν ἔρριψα, πρὸς δὲ τὸν ἰατρὸν εἰπών, ὡς οὐδὲν ἔτ’ εἴην, ἐκείμην ῥᾴων καὶ οὐκ ᾐσχυνόμην ἐπὶ τοῖς τοιούτοις μανείς.