Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
Τί δέ; τὰ περὶ τὸν Σαβῖνον οὐ καλά; τάχ’ ἂν ἔροιτο ἡ Τύχη· πάνυ γε. ὁ δὲ ἦν μὲν ἀεὶ κακὸς πᾶν ἂν χρημάτων εἵνεκα γινόμενος, ἥδιστ’ ἂν παρὰ βασιλέως εὑρόμενος ἐξεῖναί οἱ πλοῦτον ἀπὸ τά- φων ἀγείρειν· ἐξηπατήκει δὲ τοὺς πολλοὺς καὶ ἦν ἐν δόξῃ τὰ πρῶτα βελτίονι, ὥστε καὶ ἦσαν οἳ περιῄεσαν τὰ κάλλιστα αὐτῶ τῶν ὀνομάτων ἀνατιθέντες.