Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ τοῦτο μεταξὺ συνεβεβήκει θανά- τοιν παιδίου τε καὶ ἀνδρός, ἀνδρὸς μέν, ὅς μοι συνεῖχε τὸ ποίμνιον διακονίᾳ τε καὶ πόνοις, παιδίου δέ, ὅ μοι τὰ ἀπὸ τοῦ καμάτου λύον μετὰ ῥώμης πάλιν ἐπὶ τὸ [*](19) κάμνειν ἦγε. τὰ μὲν δὴ Ὀλύμπια | ἐποιεῖτο τῷ Ὀλυμπίῳ [*](R 120) Διί, λόγος δὲ ὁ ποιηθεὶς εἰς τὴν πανήγυριν ἔκειτο, ἐμὲ δὲ τά τε ἄλλα ἔτηκε καὶ ἀγρυπνία.