Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τούτους ἔτι μοι πενθοῦντι τὸ περὶ τὸν πόδα τὸν δεξιὸν συνίβη· περὶ οὗ ποία πόλις οὐκ ἀκήκοε τῶν ἐν ἠπείροις ἢ νήσοις; ὡς ἀπῄειν μὲν δειπνήσων λελουμένος, παύειν δέ τινα μάχην ἐπιχειρῶν ἐν μαινομένου τε ἀνθρώπου χερσὶν ἦν καὶ χαμαί. καὶ περιτειχισθεὶς ὁ ἵππος ὑπὸ τοῦ ὄχλου κατηναγκάσθη τῇ ὁπλῇ γυμνῶσαι τὸν πόδα τοῦ δέρματος. τούτῳ δὲ ἐπηκολούθησεν ὁ πολὺς ῥοῦς ἐπὶ πᾶν ὁμοίως μέλος χυθείς, ὥστε οὐδεὶς ἦν ὃς οὐκ ἐπέπειστό με αὐτίκα ἀποθανεῖσθαι, τῶν γε παρόντων, τοῖς ἀποῦσι δὲ καὶ ἐτεθνήκειν.