Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἀλλ’ οὗτός γέ ἐστιν ὁ στήσας με ἐν μέσῳ πολλῶν μὲν ἡνιόχων, πολλῶν ἱπποκόμων, οἷς τε ἔργον ἀναπεταννύναι τοῖς ἅρμασι τὰς θύρας· ὧν τοὺς μὲν ἔπαιε, τοὺς δὲ ἠπείλει κατακαύσειν, ἑνὸς δέ τινος ἡνιόχου γέροντος καἰ πλευράς, ἐφ’ ᾧ δὴ καὶ μέγα ἐβόησεν ὁ λεώς, | κατέτεμνεν, ἐμοὶ δὲ ἦν πόνος οὐ [*](R 107) μικρὸς μὴ τὸ αἷμα ἰδεῖν. καὶ ταῦτα ἀπὸ ψιλῆς αἰτίας ἀνδρὸς ἐποίει μαινομένου δεικνύντος <τε> τὴν μανίαν κἀν τοῖς ἐν αὐτῇ γιγνομένοις τῇ δίκῃ.