Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
περὶ τούτου μόνος πρὸς μόνον τὸν Βάλεντα εἰπών, ὡς ἐμέ τε ἂν ἐν αὐτῷ ῥᾳδίως καὶ τὸν Εὐτρόπιον ἕλοι, σπεύδων ᾤχετο εἰς Ἰωνίαν ἐπὶ τὴν ἀρχήν, ὥστε γέλωτα πολὺν ἐν τῷ δικαστηρίῳ τὸν Μαρτύριον παρασχεῖν οὐκ ἐχόντων τῶν δικαζόντων (??) μαθεῖν, ἥτις ἡ ἀρχὴ τῷ τοῦτον ἀχθῆναι γένοιτο, τῆς ἀρχῆς τοῦ πράγματος ἐν σκότῳ γεγενημένης. Φήστῳ μὲν οὖν ἆθλον τῆς κακίας ἐγένετο γάμος, νέα μὲν γυνή, συχνὴ δὲ οὐσία, καὶ νῦν ἐν πόλεσιν ἃς ἐκένωσε, τρυφᾷ.
160. Αἰθέριος δὲ τέθνηκε μὲν πολλὰ δὴ καὶ με- γάλα πρότερον ἐπιδὼν κακὰ καὶ τό τε λαλεῖν τό τε ἀκούειν ἀποβαλών. γίνεται δὲ καὶ αὐτὸς εἰς ἐμὲ κός, ὥσπερ ἀχθόμενος, ὅτι με ἐν Βιθυνίᾳ προὐβέβλητο καὶ ὁπότε τι δείσειεν, ἐπ’ ἐμὲ κατέφευγε. τὰς μὲν δὴ εἰς τοὺς λόγους ὕβρεις αὐτοῦ παραλειπτέον, ἐν αἷς [*](2 Eunap. fr. 39. vit. soph. p. 63 Boiss. Amm. XXIX 1, 42. 5 Plat. rep. V 451 A Dem. c. Aristog. I 37 p. 781, 8) [*](1 δείσαντι supra δείσαντα Cf δείσαντα ΑΡΒ Ferr Mor quod corr Re 4 prius ν in ἐγάννυτο eras Ρ 6 τε AC Ferr Mor | τὴν om BV | α primum in ἀδράστειαν in ras duarum litterarum C2 6 τοῦτό γε] γε τοῦτο Β 19 η in δὴ in ras P2 δὲ A 21 γίγνεται L | δὴ B | εἰς in ras P3 ὡς A 22 προβέβλητο L 23 τί Β | κατέφευγεν Β)