Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἦν δέ τι καὶ πρὸ τοῦ θανάτου τοῖς πολλοῖς θανάτου παρά γε σώφροσιν ἀν- θρώποις δεινότερον τὸ πολλὰ κακὰ ἐπιδόντας εἶτα οὕτως ἀπελθεῖν· ὧν ἔν τι καὶ τὸ τῶν αἰδοίων τοῦ μοιχοῦ λαβόμενον τῇ χειρὶ ξυρῷ τὰ πάντα ἀμῆσαι.
[*](6 Od. χ 412 11 Dem. c. Androt. 63 p. 613, 2; C Timocr. 127 ρ. 740, 23 22 II. χ 61)[*](5 τίς V 8 δὲ in μηδὲ in ras P2 | τοῦτο L 11 περι- βαλεῖν L | ἀποχρῶν ΑΡΒ 12 μὴ καὶ scripsi cum Gasda καὶ μὴ libri edd | ἀποκτείνειεν ACPV edd ἀποκτείνοιεν Β ἀποκτεί- ν ὲν L 14 ἐγεῖναι A | κατὰ Gasda 16 γε om V 18 δὴ om Β 23 ὧν] ὡς L | ὄσχου MSchmidt Philol. X 615 24 τῇ χειρὶ λαβόμενον VL | ἀμῆσαι L ἀμῆσαι reliqui libri edd)148. Τούτοις ἄξιον ἐκεῖνο προσθεῖναι σμικρόν τε [*](R 100) καὶ οὐ σμικρόν· ὑμῶν μὲν γὰρ ἴσως | τῳ μικρολο- γεῖσθαι δόξω, δηχθεὶς δὲ αὐτὸς τὴν ψυχὴν οἶδα καὶ ἐπὶ μεγάλῳ τοῦτο παθών. ἦν μοι ἡ Θουκυδίδου συγ- γραφὴ, γράμματα μὲν ἐν μικρότητι χαρίεντα, τὸ δὲ σύμπαν οὕτω ῥᾴδιον φέρειν, ὥστ’ αὐτὸς ἔφερον παιδὸς ἀκολουθοῦντος καὶ τὸ φορτίον τέρψις ἦν. ἐν τούτῳ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων μαθὼν ἐπεπόνθειν, ὅπερ ἴσως ἤδη τις καὶ ἕτερος· οὐ γὰρ ἂν ἐξ ἑτέρας βίβλου ταῦτ’ ἂν αὖθις ἐπῆλθον πρὸς ἡδονήν.