Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὕτω δὴ τοῦ βασιλέως ἥκοντος [*](4) τὴν αἴγλην τήν τε ἀπὸ τῶν ὅπλων τήν τε ἀπὸ τῶν | [*](R 97) δρακόντων ἠχώ τε ὀργάνων ὑπέμεινα συμμιγῆ, μηδ’ ἂν διηγουμένου πρότερον <ἀνασχόμενος>. καὶ οὐ πολὺ ὕστερον δῶρον αὐτῷ λόγον εἰσῆγον, ἐφ’ ᾧ πλέον ἢ ὅτε τὰ ἔργα ἔπραττεν ἡσθῆναι βασιλεὺς ἐδόκει. καίτοι τῶν μειζόνων γε ἀνήκοος ὧν ἐν Σκύθαις ἐπεδέδεικτο ἐμεμενήκει. τοῦ γὰρ δὴ ἡμίσεος διὰ μῆκος ἀναβεβλη- μένου δείσαντες οἶς οὐκ ἄμεινον τέρπεσθαι λειμῶσιν ἀληθινοῖς τὸν βασιλέα Μουσῶν, ἐν τοῖς εἰρημένοις ἱστᾶσι τὴν ἀκρόασιν, λεγόντων δὲ ἑτέρων φόβος δείς, ταυτὶ δὲ αὐτοῖς τῆς Γοργοὺς φοβερώτερα. βα- σιλεῖ γε μὴν καὶ ἀπὸ τούτων οὐκ ἐν ἀγνοουμένοις ἐγώ.
145. Σὸν ἔργον, ῶ δαῖμον, καὶ τὸ τεθῆναι νόμον τῶν παίδων τοῖς νόθοις ἐπίκουρον. τὸ μὲν οὖν ἐπὶ νοῦν τε αὐτὸν τῷ πρεσβυτέρῳ τοῖν βασιλέοιν ἐλθεῖν ἕνα τε τῶν κρατούντων τοῖς ἐκείνου γεγονέναι γράμ- μασι, κοινῆς τοῦτο ἔστω τῆς τῶν ἐν χρείᾳ τοῦ νόμου καθεστηκότων τύχης, τὸ δὲ τὸν νεώτερον ἥκιστα αὐτὸν ἐπαινοῦντα μάλιστα ἐπαινοῦντα φανῆναι ποιῆσαί τε κύριον, ἐπειδή με ἐξουσίας τῆς ἀπ’ αὐτοῦ δεόμενον ᾔσθετο, πῶς οὐκ ἂν ἐν δίκῃ τῆς ἐμῆς κριθείη τύχῆς; [*](3 Amm. XXIX 1, 4 (Valens) 9 Amm. XXVII 5, 1 sq. 19 Cod. Theod. IV 6, 1. Novell. 89, 12) [*](1 καθημερινὼ Β 4 τῶν alterum om L 5 ἢν ante μηδ’ inser MSchmidt Philol. X 613 6 ἀνασχόμενος inserui coll III 132, 15 R 10 ἐμεμενήκει corr ex ἐμεμνήκεν C2 ἐμεμενήκειν VL | ἡμίσεος scripsi ex APBV et corr ex ἡμίσεως C2 μίσεως L ἡμίσεως edd 11 αἷς Α 15 τοσούτων L 17 γρ νέοις Mor in marg | οὖν om L)
146. Ἀλλὰ μὴν τό γε ἐχθρούς — καὶ μή με οἰέ- σθω τις τὴν Ὁμήρου συμβουλὴν παραβαίνειν τὴν οὐκ ἐπιτρέπουσαν ἐπὶ κταμένοις ἀνδράσιν εὐχετά- ασθαι, οὐ γὰρ ἀπὸ τοιαύτης γε μνησθήσομαι τῆς γνώμης, ἀλλ’ ὅπως μηδὲ τοῦτ’ ἄρρητον εἴη τῶν πὰρ ἐκείνης δεδομένων — οἱ τοίνυν ἐπ’ ἐμὲ μηδενὸς μὲν λόγου, μηδενὸς δὲ ἔργου, μηδεμιᾶς δὲ ἀποσχόμενοι τέχνης, ἀλλ’ οἱ μὲν ὀνείδεσι περιβάλλειν ἀποχρῆν νο- μίσαντες, οἱ δὲ πᾶν μικρόν, εἰ μὴ καὶ ἀποκτείναιεν, οἱ δὲ οἶς ἦν ἡδὺ καὶ ταύρου τὸν νεκρὸν ἐκδήσαντας ἀφεῖναι διὰ | πετρῶν φέρεσθαι, τούτους τοίνυν τοὺς [*](R 99) πάλαι μὲν πολεμοῦντας, ἐγκαλεῖν δὲ οὐδὲν σὺν ἀλη- θείαι γε ἔχοντας προαπήνεγκεν ὁ δαίμων ἡμῶν γε ἡσυχαζόντων καὶ οὐδ’ ὅσον ἀραῖς ἀμυνομένων· τί γὰρ δὴ ἔδει καταρᾶσθαι πάντα ἐπισταμένου τοῦ δαίμονος, τὸν ἀδικοῦντα, τὸν ἀδικούμενον, τὸν ὀφείλοντα δίκην, ᾧ τὴν δίκην ὤφειλεν.