Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τοῖς μὲν δὴ ἡτοίμαστο τὰ [*](8 Plat. Phaed. 67 D 12 or. XVII et XVIII t. I 507 et 521 sq. R 18 ep. 1038 or. pro Olymp. ρ. 81, 9 ed. Sieb.) [*](1 μέγα τραῦμα coni Re | δὴ Ρ 2 πικρῶν Α 5 ἠβού- λοντο Mor Re 8 καὶ] ὃν L τὸν Par probante Gasda I 16 num del? | αὑτὸν ACBL Mor Re 9 οὖτος VL 11 τοῦ om ΑΒ 12 προςδὲ V 14 διαταῦτα BV 15 φεύγω L | αὖ τῶν] αὐτῶν APL 16 προτοῦ L 17 δὴ BL 18 ὡς delere vult Re)

149
ῥόπαλα, τῶν δέ τις ταυτὶ μὲν συνειδότων, τοῦ δὲ ἔργου κοινωνεῖν οὐκ ἐθελόντων, πρὸς ἐμὲ δὲ οὐ μάλα οἰκείως ἐσχηκότων τῆς θεοῦ πεμπούσης ἀφεκτέον εἶναί μοι τῶν παρὰ τὴν γυναῖκα ἐκείνην ὁδῶν ἔφη, κερδα- νεῖν γάρ, ὅ,τι δὲ ἦν τὸ δεινόν, ἀπαιτοῦντι τουτὶ δὲ] οὐ προσέθηκε. θαυμαζούσης οὖν, ὡς οὐ τὰ αὐτὰ ποιοίην, τῆς γυναικὸς ἀπεκρινάμην ἀφ’ ὧν ἠκηκόειν. καὶ ἣ διερευνωμένη νοῦν τε ἔχοντα καταμαθοῦσα τὸν φόβον παύσασά τε ἐξαπατωμένους ἐπῄνεσε τὸν ἐξελό- μενον αὐτῇ τοιούτου μύσους τὴν οἰκίαν δαίμονα.

138. Μετὰ ταῦτα τοίνυν ἀνὴρ βάρβαρος ἐξώργιζε τὸν κρατοῦντα ἐπ’ ἐμὲ λέγων, ὡς οὐ παυοίμην θρηνῶν τὴν | τοῦ πεσόντος πληγήν. ὁ δὲ ἔμελλε μὲν ἀπολεῖν [*](R 94) με κακῶς (δίκην ὀδύνης πραττόμενος,) ἀνὴρ δέ τις Καππαδόκης ἀγαθός, συμφοιτητὴς ἐμός, παρ’ ἐκείνῳ δὲ μέγας, καὶ τίνα ἂν ἔχοις, ἔφη, ψυχήν, εἰ ὁ μὲν κέοιτο ἀποθανών, ζῶντες δὲ οἱ λόγοι πε- ριφοιτῷεν τὴν γῆν ὑπ’ ἐκείνου περὶ τῆς σῆς γεγραμμένοι φύσεως; τοσαῦται μὲν αἰ τρικυμίαι, τοσαῦται δὲ αἱ ἀρωγαί.

139. Τὰ δὲ ἐπὶ τούτοις ἦν μὲν Ὀλύμπια τὰ παρ’ ἡμῖν, ἔτος δὲ ἐμοὶ πεντηκοστόν ἐπιθυμία τε τῆς πανη- γύρεως ὑπερφυής· παρακύψας δὲ ἐπὶ τὰ πρῶτα τῆς ἑορτῆς δεσμώτης ἦν, οὐκ ἄρχοντος δήσαντος, ἀλλὰ [*](3 ep 1186 14 Fortunatianus (ep. 1147. or. XIV t. I p. 428, 12)?) [*](1 δ’ V 2 οὐκ om L | οὐ θελόντων V 6 δὲ uncis in- clusi 6 τὰ αὐτὰ scripsi e libris excepto L qui habet ταῦτα, et Ferr ταὐτὰ Re τὰ τοιαῦτα Ferr in marg Mor 8 καὶ ἣ — 9 φόβον citat Thom. Μ. s. ν. ἐρευνῶμαι p. 160, 10 | ἡ ACP Mor Re 10 μίσους L, γρ Mor in marg 16 παραψυχὴν aut ἀναψυχήν Gasda 18 φοιτῷεν Α | τὴν γῆν inserui e VL om ACPB edd | ὑπ’ scripsi e VL ἀπ’ ACPB edd)

150
ποδάγρα τότε πρῶτον πολλή τις ἐπιπεσοῦσα καὶ χαλεπὴ πυνθάνεσθαι τῶν εἰσιόντων ἠνάγκαζε ῥώμης τε πέρι καὶ τέχνης τῶν ἀθλητῶν, ἡ δὲ ὥσπερ ἐν ἐκεχειρίαις μικρὸν διαλιποῦσα πάλιν ἠκόντιζε καὶ πολλάκις γε ἑκάτερον.