Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

εὐθὺς μὲν οὖν εἰς ξίφος εἶδον, ὡς ἁπάσης σφαγῆς [*](R 92) τέρας τῆς ζωῆς ἐσομένης. ἔπειτα ἐνενόησα | τὸν τοῦ Πλάτωνος νόμον καὶ ὡς αὐτὸν οὐ λυτέον τὴν τοιαύτην δὴ λύσιν καὶ ὡς οὕτως ἐλθὼν εἰς Αἵδου τε καὶ παρ’ ἐκεῖνον ἐν αἰτίαις ἂν εἴην ὧδε τετελευτηκώς· πάντως γὰρ ἂν ἐμέμφετο μὴ τὰ ἀπὸ τοῦ θεοῦ περιμείναντι. πρὸς δὲ καὶ ἐδόκει μοι χρῆναι λόγοις ἐπιταφίοις τὸν ἀπελθόντα τιμᾶν.

136. Τοῦτο μὲν οὖν οὕτω διὰ ταῦτα ἔσχε, λόχον δέ τινα διαφεύγω βουληθείσης τῆς Τύχης. οἱ γὰρ αὖ τῶν μὲν πρὸ τοῦ καιρῶν ἐν βασιλείοις πρὸς ἰσχὺν ἀπο- λαύσαντες, τότε δὲ τὰ αὑτῶν ἠναγκασμένοι πράττειν [*](R 93) ὑπὸ Φρυνώνδου τινὸς ἀναπεισθέντες, ὡς | ἐμὲ δεινὰ αὐτοὺς εἰργάσθαι δι’ ἐπιστολῆς εἰς Βαβυλῶνα ἡκούσης, ὑφ’ ἦς ἂν αὐτοῖς δυσμενὴς ἐπανῆκεν ἐκεῖνος, ζονται παρὰ συγγενῆ με γυναῖκα εἰσιόντα συλλαβόντες εἰς τὸν κῆπον, οὗ τὰς βουλὰς ἐβούλευον, εἰσαγαγόντες κτεῖναι· καὶ γὰρ ἂν δῶρα σφίσι παρὰ τοῦ τὰ σκῆπτρα λαβόντος γενέσθαι.