Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

μετ’ ἐκείνας τὰς ταφὰς καὶ τὴν Εὐσεβίου γε τοῦ πρὸ ἀμφοῖν ἀπελθόντος ἦν μὲν γὰρ καὶ τὸ Νικομη- [*](R 81) δείας πτῶμα καὶ ὃν ἡ πόλις ἐκάλυψε πεσοῦσα | δεινά τε καὶ οἷα λύπην τὴν ἐσχάτην ἐμβαλεῖν, ὑφ’ ἦς δὴ καὶ πολιὰς ἐξαίφνης ἔδειξα, κακὰ δὲ προστεθέντα κα- κοῖς, ταῦτα ἐκείνοις φίλῳ τε φίλος καὶ πόλει φίλῃ μήτηρ τε καὶ ὁ ταύτης ἀδελφός, πάντα ἐμοὶ δι’ ἃ ζῆν βούλοιτ’ ἄν τις, ἀποφαίνουσι πικρά, πρὶν δὴ τὴν γῆν ἅπασαν ἀμαχεὶ παραλαβὼν ὁ παντὸς φιλοσόφου λον ἐν βασιλείοις τὴν σοφίαν ἀγαπήσας κατήγαγεν ὥσπερ ἐκ φυγῆς εἰς τὸ αὖθις ἀσπάζεσθαι τὰ δυσχε- ραινόμενα.