Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὗτος εὐθὺς μὲν εἰσκαλέσας τὴν βουλὴν εἰπόντων ὅ,τι ᾤετο τῇ πόλει λυσιτελήσεν ἑκάστου, τὸν θεῖον τὸν ἐμὸν ἀπὸ τῶν λεγομένων εὑρὼν οὗτος ἐκεῖνος, ἔφη, Φασγάνιος, ὥστε τὸν Εὔβουλόν τε καὶ τὴν ἐκείνου μοῖραν μικροῦ πεσεῖν. [*](9) ἔπειτα ἐμὲ καλέσας φίλον ἐδεῖτό οἱ γενέσθαι | τοιοῦτον, [*](R 80) ὥστε μηδὲν εἶναι πλέον ταύτῃ Ἀρισταινέτῳ καὶ Σε- λεύκῳ, παρ’ ὧν δὴ καὶ εἰς ἐπιθυμίαν κεκινῆσθαι τοῦ κτήματος. ἀλλὰ δίκαιον μέντοι, ἔφην, τὸν φι- λοῦντα ἐκείνω καὶ ὑπ᾿ ἐμοῦ φιλεῖσθαι.
117. Ταυτὶ μὲν εὐπότμου, δυστυχοῦς δὲ τὰ ῥηθη- σόμενα. τὴν γὰρ δὴ πάντ’ ἐμοὶ μητέρα καὶ τὸν τῆς μὲν Ἀσίας ὀφθαλμόν, ἐμοὶ δὲ ἀντὶ πύργου, τὸν θεῖον ἥρπασεν ἡ Τύχη, τὸν μὲν πρότερον, ἡ δὲ οὐκ ἐνεγ- κοῦσα ἐπαποθνήσκει. καὶ οὐδὲν ἔτι μοι τῶν ἡδέων ἡδὺ οὐδ’ αὐτό γε τὸ πάντων ἥδιστον, αἰ ἐπιδείξεις· καὶ γὰρ καὶ αὐτὸ τοῦτο ἥδιστον ὑπ’ ἐκείνοιν ἐγίνετο, τοῦ μὲν οἷον ἀνηβῶντός τε ἐν τοῖς κρότοις καὶ τῆς αὑτοῦ πληγῆς ἐπιλανθανομένου, τῆς δὲ ὑπερχαιρούσης, [*](3 Amm. XIX 12, 6 17 ep. 286) [*](2 οὖν cancellavi auctore Re | οὐκ ἴθ’ ACP, sed in hoc spir. supra ε eras 6 εἰπόντων τε V εἰπόντος Cobet Mnem. III 249 | ὅτι Β | τῇ πόλει om L 7 ἑκάστω L 10 οἱ γενέσθαι] γενέσθαι οἱ AB 11 ταύτῃ πλέον VL 13 μέν τι | ν in ἔφην in ras B Ρ2 | τὸν Ferr in marg Mor Re om libri 14 ἐκεῖ- νον V 17 Ἀντιοχείας vel πατρίδος? 18 ἡ μήτηρ δὲ Ferr in marg Mor 20 αὖ τό PBV Ferr | γε] τε Β | τὸ om ABV Ferr 21 καὶ alterum om VL | ἐκείνου ἐγίγνετο L 23 αὑτοῦ Re αὐτοῦ libri Ferr Mor)