Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἐγὼ δὲ μέχρι μὲν μεσημβρίας ταὐτὸν ἐποίουν τοῖς ἄλλοις διδασκάλοις, ἔπειτα τῶν μὲν οἱ μὲν εὐθὺς ἠρίστων, οἱ δέ, ἐπεὶ λούσαιντο, ἐγὼ δὲ ἦν ἐν οἷσπερ πρότερον. σκότους δέ με ἀνιστάντος ἐφοίτων παρὰ τὸν φίλον ἐκ γραμμά τῶν δή τινων ἐν τῇ χειρὶ κειμένων, | ὑπὲρ ὧν δεη- [*](R 75) θῆναι χρῆν, ἀναμιμνησκόμενος. ὁ δὲ τὰ μὲν ἐπείθετο, τὰ δὲ οὐ πειθόμενος, ὡς οὐκ ἐῴη τὸ δίκαιον, διδάσκων ἐξέπεμπε, μᾶλλον δ’ ἐκέλευεν ἀναμένειν λουσόμενον, ὡς οὐ τῷ λουτρῷ μᾶλλον ἢ τῇ ’μῇ θέᾳ δυναμένων αὐτῷ κουφίζεσθαι τῶν πόνων. ὃ δὴ ἐγὼ γνοὺς ἐχαρι- ζόμην αὐτῷ ταῖς καθ’ ἡμέραν εἰσόδοις, ἀνάγκης δὲ [*](3 αὐτῶν post βοηθῶν Ferr in marg, cancellis inclusit Mor | τ’ in οὐκ ἔτ᾿ in ras Cn οὐκέτ’ BVL 6 ω alterum in δυ- νατωτέρων in ras Ρ2 10 οἱ μὲν αὐτοὶ in lacuna Β2 | ηἴτουν supra ηἴτων C2 13 ο in priore οἱ in ras Ρ2 15 o in τὸν in ras Ρ2 17 ἐχρῆν Ferr et γρ. Mor in marg | ἀναμιμνη- σκόμενον V 18 γρ. ᾤετο Mor in marg | τὸ om L 19 δὲ VL | ἐκέλευεν Cobet Mnem. III 249 ἐκολάκευεν libri edd ἐκολάκευε λέγων aut κελεύων coni Re | ἀναβάλλειν Sievers ρ. 72 | λουσό- μενον scripsi cum Sieversio e BV et corr e λουόμενον P2 λουό- μενον ACL λούμενον Cobet l. l. 21 ὃ scripsi ἃ libri edd 22 τὰς — εἰσόδους Re Anim | καθημέραν VL)

136
εἰργούσης πέμπων ὅ,τι τὸ κωλῦσαν, ἀνεπυνθάνετο.