Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

οὐκ ἔτ’ οὖν ἡμῖν ὁ λόγος μόνον ἔργον ἦν, ἀλλ’ ἔδει τὴν μὲν ἡμέραν | εἶναι [*](R 74) λόγων, τὴν δὲ ἐσπέραν πράξεων· οἵ τε γὰρ δὴ ὑπὸ δυνατωτέρων ἀδικούμενοι οἵ τε κατ’ ὀργὴν μένοι, τῆς ἀρχῆς δὲ εἰς ἀπαλλαγὴν δεόμενοι οἵ τε ἐπιθυμοῦντες ὡς τάχιστα ψήφου τυχεῖν — πολλὰς δ’ ἂν καὶ ἄλλας ἀρχὴ δοίη χάριτας οὐ λυποῦσα τὸν νό- μον — οὗτοι, οἱ μὲν αὐτοί, τῶν δὲ γυναῖκες, ᾔτουν καὶ ὑπὲρ σφῶν ἐλθεῖν ἐκεῖσε.