Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

κρεῖττον οὖν τοῦ γράφειν τοῖς ὧδε ἔχουσι τὸ μὴ γράφειν.

π΄.

[*](W 78)

Ἀνατολίῳ. (359)

Τὸ μὲν τοὺς σοφιστὰς διασύρειν εἰωθός σοι καὶ πα- λαιόν, ἔδει δὲ καὶ τὴν Πυθίαν τοῦτο παθεῖν. ὅπως σοι τὰ πρέποντα τῷ νέῳ πράττηται σχήματι. λέγουσιν οὖν σοι καὶ οἱ σοφισταὶ ἡ Πυθία· μὴ παύσαιο διασύρων ἃ τι- μᾶν ἄξιον.

ἐγὼ δὲ φιλεῖσθαι μὲν ὑπὸ σοῦ πιστεύων [*](4 VI α΄, ξ΄. Vo α΄, ξε. pr 12 Vi et II α, ξα΄. Vo α΄, ξς΄. α΄, ζ΄. Vi πδ΄. Vind πρα΄. D β΄. pr) [*](5 Sievers 79 not. 51. Seeek 358. 212. 52. Silomon 30 13 Sievers 288,13. Seeck 358. 66. Silomon 30) [*](2 ἀντέστησας V sed τ (1) eras 9 ὑμᾶς V sed η snpra υ m 5 10 ἔχουσιν Wolf 14 Τὸ — παλαιόν praemissis verbis διασύρω αἰτιατικῆι ὡς καὶ Λιβάνιος citat Lacapenus de constr. verb. ed. Hermann De emendand. rat. graec. gramm. p. 388, 16 πάλαι Lacap 16 λέγουσιν — 18 ἄξιον om S 18 ἐγὼ — 80,1 παθεῖν praemissis verbis ἐπαγγέλλω τὸ χάριν αἰτῶ, ἐνίοτε μὲν πρὸς ἀπαρέμφατον συντασσόμενον, ὡς καὶ Λιβάνιος citat Laca- penus de constr. verb. ed. Hermann l. l. p. 368, 7 (cf. cod. Mosq. 316 fol. 30))

80
καὶ ἐπέστελλον καὶ ἐπήγγελλον εὖ παθεῖν οὐδὲν αἰτῶν ὑπεραῖρόν σου τὴν δύναμιν, ἀλλ’ οἷα πολλὰ καθημέραν ἔσπειρες ἀξίοις τε ὁμοίως καὶ μὴ τοιούτοις· ἐπεὶ δὲ ἀντὶ τοῦ συμπρᾶξαι γράμμα ἡμῖν ἔπεμψας παιδιᾶς γέμον, καιρὸν ἥκειν ἡγησάμην τοῦ μήτε ὑπὲρ χάριτος μήτ’ ἄλλως ἐπιστέλλειν.

καὶ διαφυ- γόντος μὲν τὴν νόσον ἥσθην οὐχ ἧττον αὐτοῦ τοῦ διαπεφευ- γότος, ἐξῆν δέ που καὶ ἄνευ τοῦ γράφειν ἥδεσθαι, καὶ οὐχ ὅστις οὐκ ἔγραφεν, οὗτος οὐδὲ ἥδετο, ἀλλ’ ὥσπερ ἐν τοῖς γεγραφόσιν ὅτι ἥσθησαν ἦν ἴσως εὑρεῖν τὸν οὐχ ἡσθέντα, οὕτως ἐνῆν καὶ μετὰ σιγῆς ἡσθῆναι.

σὺ δὲ ἐδέου κόλακος, ἀλλ’ οὐχ ἡδομένου διὰ φιλίαν. ἀγνοεῖν δὲ λέγων ᾧ τοῦ γρά- φειν ἐπαυσάμην, ὕβρει δευτέρᾳ τὴν προτέραν παρέρχῃ τότε μὲν οὐκ ἄξιοι ἡγησάμενος φροντίδος, νὺν δὲ οὐδ’ ὅτι μου κατημέλησας εἰδώς.

καὶ πρᾶγμα πέπονθας οὐκ ἀλλότριον τῆς ἐξουσίας οἱ γὰρ ἐπὶ λαμπρᾶς τῆς τύχης ὑμεῖς οὐδὲ ἀδι- κεῖν οὓς ἀδικεῖτε ἡγεῖσθε νομίζοντες προσήκειν ὑμῖν μὲν ὑβρίζειν, ἐκείνοις δὲ πανταχοῦ προσκυνεῖν.