Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐπῄει μέν μοι καὶ πρότερον ἐπιστεῖλαί σοι, τὰ γὰρ ᾀδό- μενα περὶ τῆς σῆς φύσεως καὶ τοῦτο ἀνέπειθε, κατειχόμην δὲ τῷ νομίζειν εἶναι θρασὺ πρὶν ἐντυχεῖν ἐπιστεῖλαι.

Σπε- [*](14 VI γ', σν'. Va ς', ξδ'. Vo ς', ξδ'. S δ', νε'. W ριζ'. Vind ρμβ΄. D ρνβ΄) [*](1 Seeck 197 5 Eur. fr. 963 N2 15 cf. epp. 550—557. 604. Sievers 220, 7. Seeck 218. 334 18 cf. ep. 557) [*](3 τῶ V sed e τὸ corr m2 4 τῶν ante τρόπων inser V4 τῶν τρόπων vel τρόπων ἐπιεικῶν Re at cf. p. 520. 20 4 μᾶλλον ante ἢ inser V4 7 ἕτερον Va | comma posui e S ut coni Re punctum VVaVo Wolf 8 μὴν ἥ γε scripsi ut coni Re μὲν ἥ γε V μὲν ἥτε Va Wolf μὴν ἥτε VoS 9 δὲ scripsi e V δὴ VaVoS Wolf | ἀντευποιεῖν reposui e libris εὖ ποιεῖν Wolf cf. ep. 362. 848 11 σοί τε scripsi e VVa ut coni Re σοὶ δὲ VoS Wolf 12 παρ’ ὅσων V sed e παρόσον corr m4 | τὰ ante γράμ- ματα V sed del m4 | ταῦτα V sed e τοῦτο corr m4 16 μοι V sed μ in ras m4 | σοι inser V4 17 ἀνέπειθεν V sed ν(2) eras. Va ἐνέπειθε W 18 τὸ D | εἶναι inser W2 om Vind Wolf Cent)

524
κτάτου δὲ γεγραφότος ὡς ἔνι τις παρὰ σοὶ χώρα τῇ περὶ ἐμοῦ μνήμῃ καὶ ὡς, εἰ γράψαιμι, πρὸς ἐπιθυμοῦντα τοῦτο ἔσται, ταχέως ὑπήκουσα κέρδος μὲν ἡγούμενος, εἰ μή μου καταγνοίης προπέτειαν, βλάβος δὲ οὐδέν, εἰ καταγνοίης· Σπεκτάτον γὰρ εἶναι τὸν δώσοντα τὴν δίκην.

ἀλλὰ γὰρ ἐλπίζειν χρὴ τὰ βελτίω. σὺ γὰρ δήπουθεν ὁ τήν τε Ἑλλάδα σεσωκὼς καὶ νῦν ἀνοίξας τὰ βασίλεια τοῖς λόγοις. εἰμὶ δέ που καὶ αὐτός, εἰ μὴ τῶν ποιούντων λόγους καλούς, τῶν γε ἐρώντων λόγων καλῶν, ὥστ’ εἰκὸς ἡμέρου σου τεύξεσθαι τήν τε ἐπιστολὴν καὶ τὸν φέροντα τὴν ἐπιστολήν.

καίτοι γελοῖον μὲν ὑπὲρ ἄλλου γράφειν πρὶν ὅπως ἐκβήσεταί μοι τὸ γεγραφέναι μα- θεῖν, τετολμήσθω δ’ οὖν ὅμως, καὶ γενοῦ Λητοίῳ τὰ πάντα δι’ ἐμὲ τὸν θρασύν.

[*](W 473)

φνθ΄.

Εὐγνωμονίῳ. (357)

Ἆρ᾿ ἔτι μέμνησαι τῆς κυνὸς καὶ τοῦ γραιδίου καὶ ἐκάλεις τὸν Σωκράτην καὶ πάντων δὴ τῶν Ἀθήνησιν ἐκεί- νων, ἢ σεμνὸς ἡμῖν γέγονας καὶ λόγος οὐδεὶς τῶν ἀρχαίων;