Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἐγὼ μὲν οὖν εἴσειμι τὸν Ἑρμῆν ἀντὶ σοῦ μοι πιστεύων ἔσεσθαι, σὲ δὲ εἰη τῶν παρόντων ἀπαλλαγέντα κα- κῶν ἐλθεῖν μὲν ὡς ἡμᾶς, εἰ βέλτιον, μένειν δὲ κατὰ χώραν, εἰ βέλτιον.
τλθ΄.
[*](W 342)Ἀνατολίῳ. (357/58)
Καλά γέ σοι τὰ πεπραγμένα. γενέσθω δὴ ταυτὶ τὰ καλὰ καὶ πλείω. πιστεύω δέ σε πείσειν ἀξιῶν ἀκολουθεῖν σε τῷ σαυ- τοῦ νόμῳ.
ἐφ’ οἷς μὲν οὖν ἐπαινῇ, συχνά τε ἄλλα καὶ ὅτι διατρίβων ἐν Παίοσιν οὐκ ἐπελάθου τῶν τῇδε, ἀλλ’ ὡς ἄν τις συνών τε καὶ συζῶν, ὅπως τῶν σοι γνωρίμων ἐπί τι βέλτιον ἕκαστος προβαίη σκοπεῖς καὶ πράττεις γε σκοπῶν.
ὡς δὲ ἧκεν ἡμῖν τὸ ἔργον τῆς εἰς Σαβῖνον σπουδῆς, οὐδὲν ἦν ἕτε- ρον ἀκούειν ᾀδόμενον ἢ ὅτι τῷδε παρὰ τοῦδε διὰ τὸν δεῖνα [*](12 Vi γ΄, κθ΄. Va δ΄, κθ΄. Vo δ΄. S β΄, νδ΄. Vi ρκ΄) [*](3 Eur. Stheneb. fr. 661. Alex. fr. 45 Ν2 5 ΙΙ δ 320 cf. ep. 517. 1421 13 Seeck 65. 347 Silomon 16 20 Seeck 262) [*](1 σοὶ δυεῖν βαρύνει· V 3 παρεθυμούμην Wolf sed corr Add 861 6 ὢν reposui e libris ἦν Wolf Ι προτοῦ VVa 7 ὅτι libri Wolf 8 οὖν inser V5 9 τῶν παρόντων scripsi e VVo τὸν παρόντα Va Wolf 10 καταχώραν Vo 13 τῶ αὐτῶ (i. e. Ἀνατολίῳ) SVi 14 δὴ reposui e libris δὲ Wolf 15 δέ scripsi e SVi δή VVaVo Wolf Ι ἀκολουθεῖν σε] ἀκολουθήσειν Vi Ι σαυτοῦ Vo sed ου in ras m3 16 καὶ ante ἄλλα VaVo Wolf delevi 17 παιόσιν V sed in παίοσιν corr m5 18 συ- ζῶν τε καὶ συνών V 19 προβάλη Vi 20 βασῖνον Vo σαβΙ- νου Vi 21 ἀκούειν inserui e libris om Wolf)
δεῖ δὴ καὶ Θεόδωρον τυχεῖν τε τῶν ἴσων καὶ σοὶ τῶν ἴσων ἐπαίνων αἴτιον καταστῆναι καὶ συνησθῆναι τούτῳ Σαβῖνοι, ὥσπερ οὗτος ἐκείνῳ.
τὸν δὲ Θεόδωρον οὐκ ἀγνοεῖς, ἔφη τις. ὅμως δὲ φράσω σοι καὶ ἐγώ, σοὶ μὲν γὰρ οὐδὲν βλάβος ἃ οἶσθα ἀκοῦσαι, ἐμοὶ δὲ ἡδονὴ τὸν ἄνδρα ἐπαινεῖν.