Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Λαμπρὸς ἡμῖν ἀπὸ τῆς πρεσβείας ὁ σὲ δὴ μάλιστα Σπε- κτάος φιλῶν — καὶ ει μ ν εἰκότως φιλεῖ, τοῦτό γε οὐκ οἶδα, τὸ δ’ ὅτι φιλεῖ σφοδρῶς, ἀκρὶ ῶς ἐπίσταμαι — καὶ παρὰ τὴν τοῦδε γλῶτταν οὐΚ ἐκρατήθημεν ἐν Ἕλληνες ὑπὸ βαρ- βάρων.
εἴπω δὴ τὴν ρητορείαν, ᾐ κατεπάλαισε τὸν Πέρσην ἐν τοῖς ἐκείνου βασιλείοις; ἀλλὰ δέδοικα μή σε λυπήσω. σὺ γὰρ ἀξιοῖς σοῦ ζῶντος μηδένα ἄλλον ἐπαινεῖσθαι. καὶ νῦν, ὅτι μὴ πρὸς τῷ διοικεῖν ἃ διοικεῖς ἦλθες ἐκεῖ πρεσβεύων καὶ τῇ βοῇ τὸν ἄνθρωπον λίθον ἐποίησας, ἀποπνίγῃ.
ἀλλὰ καὶ κατ’ αὐτὸ μέντοι τοῦτο λεκτέον, ὅπως ἀγρυπνῶν στρέφοιο τὴν νύχθ’ ὅλην. ἐπειδὴ γὰρ εἰσεκάλεσε τοὺς παρ’ ἡμῶν, πολλὰ δικαιοσύνην θαυμάσας καὶ τοὺς τὰ δίκαια ποιοῦντας ἐγὼ μὲν τοίνυν ἀδικοῦμαί φηριν, ὐμεῖς δὲ ἀδικεῖτε. καὶ γῆς δέ τι μέτρον ἔλυεν, ἣν ἐκείνων οὖσαν πρὸ τοῦ νῦν ἡμᾶς [*](5 VI γ΄, κγ΄. Va δ΄, κγ΄. Vo δ΄, κγ΄. S β΄, κε΄. Vi [λγ΄]. C fol. 254v α΄. Vind ζ΄) [*](6 cf. ep 19 Seeck 22. 65. 336. Silomon 13 sq. 7 sq. cf. ep. 332 15 Salzmann 91 16 Arist. nub. 36) [*](1 παρα Vi | οὐσίας Vind D Ι ἔχεις Vi 2 σοι post δὲ Vi 3 φρον- τιζειν om Vi 7 ἐπανῆκεν post πρεσβείας in marg inser C2 10 γλῶσσαν S Ι ἐν λόγοις Ἕλληνες ὑπὸ βαρβάρων reposui e V VaVoSViC Ἓλληνες ὑπὸ βαρβάρων ἐν λόγοις Vind Wolf 11 ἣ VaVo sed in corr m3, Vind fort recte 12 λυπήσω re- posui e VVaVoSC Vind λυπήσῃ Vi λυπήσει Wolf 14 τὸ Va VoS Ι ἀδικεῖν S Ι διοικεῖς Vind sed ς subterpunct et ν suprascr m2 19 φησιν] δή τι Vi 20 ἣν delendum censet Re | προτοῦ Vind)
κάλα μὲν οὖν καὶ τὰ τῶν ἄλλων, ψηφιῇ δὲ καὶ αὐτὸς εἶναι καλὰ πυθόμενος ἅττα ἦν· τὰ δὲ δὴ τοῦ στρατιώτου μέν, ὡς ἂν σὺ φαίης, ῥήτορος δέ, ὡς οὑμὸς λόγος, ἐπεδείκνυεν αὐτὸν οὐχ οἷς ἐγκαλεῖ, παρὰ τούτων ζητοῦντα δίκην. ἄλλους μὲν γὰρ εἶναι τοὺς ἀφῃρημένους τὴν γῆν, ἄλλον δὲ τὸν πολεμούμε- νον. καὶ εἶναι δεινόν, εἰ ὁ μὲν προσερεῖ πατρῷα ἃ μὴ γέγονεν αὐτῷ παρ’ ἐκείνου, τὸν δ’ ἀποστῆναι πείσει τούτων ἃ τοῦ πατρῴου κλήρου μέρος ἐστί.
πρὸς τῶν θεῶν, οὐκ ἐβούλου σοὶ ταῦτα εἰρῆσθαι μᾶλλον ἢ δὶς τοσούτων ἄρχειν ὁπόσων ἄρχεις; ἀμείβου δή μου τὰ γράμματα καὶ γράφε τι παραπλή- σιον, ὦ πάνυ δή τινας ὀλίγους ἰδιώτας ἀφείς· ὡς ἡ τῶν δέλ- των ἐπομβρία πολλοὺς ἐπὶ τὴν βασιλικὴν εἰσάγει φάτνην.
τλδ΄.
Κληματίῳ. (357/58)
Εἰ μέν, πρὶν μάθῃς Ἱερώνυμον, ἐπέστελλόν σοι περὶ αὐτοῦ διδάσκων, ὅστις ἐστὶν Ἱερώνυμος, ἠξίουν ἄν σε τὸν ἄνδρα φιλεῖν· νῦν δ’ ἐπειδὴ φθάσας αὐτὸν ἐποιήσω φίλον, ὡς εἰκότως τοῦτο ἐποίησας εἰπεῖν ἔστι μοι.