Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

τῇ μετ’ ἐκείνην πάλιν ἕωθεν ἦλθον, ἀλλ’ οὔ- πω ἦν ὁ ἄρχων ἐνεργός, ἐμὲ δὲ ἐκάλουν οἱ νέοι. σὺ δὲ ἠγω- νίζου καὶ αὖθις ἤκουον, ὡς εἴποις, καὶ ἤλγουν καὶ τῆς ἀνάγ- κἠς κατεβόων.

τί δεῖ τὰ πολλὰ λέγειν; ἔτυχες τῆς ψήφου πρὶν ἐμὲ τῆς ἐπιθυμίας. ἀλλ’ ὅμως ἐν τοῖς τετυχηκόσι πρὸς τοὺς ἄλλους ἐμαυτὸν ἠρίθμουν, ὥσπερ οἷς συνέβη πρὸς μὲν Ηλιν ἐλθεῖν, τὸν Δία δὲ οὐκ ἰδεῖν, αἰσχυνομένους δὲ φάσκειν ἰδεῖν.

τοῦτο δὴ καὶ αὐτὸς ἐπεπόνθειν, καὶ περὶ τὸν Εὔ- βουλον οὐκ ὀλίγων καθημένων, ἐν οἷς ἐγώ τε καὶ σύ, γιγνο- μένων τινῶν ἐγκωμίωι κατὰ σοῦ καὶ πρὸς ἐμὲ τῶν ἀνθρώ- [*](1 cf. t. III 309,9 3 cf. t. IV 39,23 14 Dem. or. XXXII p. 886,28. cf. ad t. VI 214, 6 18 Sievers 69 not. 41) [*](1 ἠκες reposui e libris ut coni Re ἧκας Wolf 2 φοινίκης S φοινίκων Vind D Wolf 3 αὐτῷ libri Wolf 4 ἠπείγου scripsi ἡγοῦ libri Wolf 5 χορὸν 7 ἡμετέρας D 9 ὑπῆρχε Wolf | σοῦ δὲ Vind Wolf 10 καλλὰ καὶ πολλὰ Vi | γρ γὰρ δὲ S 14 κατεβόων ὡς δεῖ V | δὴ D 15 πρὸς τοὺς ἄλλους om D 16 ὅπερ Vi 17 Ἦλιν scripsi cum Salzmanno 36 ἥλιον V Va Vo sed in hoc ἥ in ἴ corr m4, Vi D τὸν ἥλιον S Vind sed in hoc τὸ ἴλιον suprascr, Wolf Ἤλιδα vel Ἤλιν maluit Boivin | αἰσχυνομένοις Vind γρ φάσκειν φασίν S 18 οὐκ ante ἰδεῖν S, μὴ Vi | εὔβολον V sed in ου corr m2 20 ἐγκωμίων — 121,1 βλεπόντων om D) [*](14 ψήφου] τῆς τῶν ῥητόρων in marg S 16 τοὺς ἄλλους] τοὺς ἐρωτῶντας in marg S)

121
πων βλεπόντων, εἰ σύμψηφός τε εἴην καὶ τὸν ῥήτορα εἰδείην, ἔκρυψα τὸ ἀτύχημα καὶ τῶν ἀκηκοότων εἰς εἶναι πρὸς ἐκεί- νους εἰπὼν σοὶ πρὸς τὸ οὖς τἀληθὲς ἔφην, ὡς ἀνήκοος εἴην, δηλῶν ὅτι σὲ ἀποδοῦναι δεῖ.

τοῦτ’ εὐθὺς μὲν οὐκ ἐδυσ- χἐρανας, οὐ γοῦν ἔδειξας, ἀπελθὼν δὲ ὕβριν ἐκάλεις, οὐ γάρ με ἔλαθες. τί δὴ τὸ τὴν ὕβριν ἔχον, εἰ μήτε τὸ ἐπαινεῖν ὑβρίζειν ἐστὶ μήτε τὸ δυστυχίαν ὁμολογεῖν;