Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἃ μὲν οὖν ἀδικεῖται καὶ ὑπὸ τίνος, αὐτὸς διηγήσεται, σὺ δ’ εἴτ’ ἐκ διαί- της εἴτ᾿ ἐκ δικαστηρίου δεήσειε, δεῖξον, ὡς οὐδὲν ἔλαττον Φοινίκη τοῦ Φοίνικος ἕξει Βοηθός. ἐκ δὲ τῶν αὐτῶν ἐμοί τε χαριῇ καὶ Ζηνοβίου μεμνῆσθαι δόξεις, ᾧ συγγενὴς οὗτος.

ριθ΄.

[*](W 119)

Γαϊανῷ. (357)

Τὸ δὲ σὲ πάντα ἄγειν ἔχοντα τῇ δυνάμει τῶν λόγων ἐν μὲν τῷ δικαστηρίῳ μηδένα συκοφαντεῖν μηδενὸς ἕνεκα χρυ- σίου, πρὸς δὲ ἐμὲ τοῦτο ποιῆσαι καὶ ταῦτα ἐπ’ οὐδενὶ μισθῷ τί χρὴ νομίσαι;

ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἐπελάβου μου τοῦ [*](1 Vii α, (??)θ'. Va β', κβ'. Vo β', [κβ'] 15 VII α', ρ'. Va β', [κγ΄]. Vo β΄, κγ΄. S γ΄, πγ΄. Vi σπβ'. Vind λθ'. D ρ(??)) [*](2 Seeck 131. 364. Silomon 30 3 cf. ep. 322. 542 14 cf. ep. 101. Seeck 315. Silomon 11 | cf. ep. 119 p. 121, 16 16 vers 252,5 Seeck 160. 364. Silomon 30) [*](7 ἐμὴν scripsi ἐμοὶ libri Wolf qui ἐμοῦ coni „ἐμοῦ vel ἐμὴν“ Re 8 ἐμῆς scripsi e V ut coni Re σῆς VaVo Wolf | τῆς ante φωνῆς inserendum coni Re | πιστεύειν VaVo 11 δὲ Wolf 14 καὶ om Vo 18 εἵνεκα S Vind Wolf 19 πρὸς ἐμὲ δὲ Vind Wolf)

120
ῥήματος, ἐγὼ διδάξω, μικρὸν δὲ ἄνωθεν. ἦκες ἀνδρὶ Φοί- νικι Φοινίκης ἄρχοντι βοηθῶν νοῦν ἔχοντι καὶ καλῶς εἰδότι, τῶν τίνος αὑτῷ δεῖ ῥευμάτων. ἐγὼ δέ σε ἐπιθυμῶν ἰδεῖν ἥσθην ἰδὼν καὶ μικρὰ διαλεχθείς, ἐπὶ γὰρ ἄριστον Μου χωρεῖν, ἀφῆκα.

τῆς δ’ ὑστεραίας σὲ μὲν εἶχε τὸ δικαστή- ριον, ἐμὲ δὲ τὸ διδασκαλεῖον. καὶ συστείλας εἰς ὅσον ἐξῆν τῆς συνουσίας τὸ μῆκος ἔδραμον ἐπὶ τὰς ὑμετέρας κιγκλίδας δι- ψῶν τῆς ἀκοῆς καὶ τέμνων μετὰ θορύβου τὸν ὄχλον. εἶτα σοῦ μὲν οὐχ ὑπῆρχεν ἀκούειν, ἐπέπαυσο γάρ, περὶ δὲ σοῦ πολλὰ καὶ καλὰ ῥητόρων ἐπαινούντων ῥήτορα, φθονεῖν γὰρ οὐκ εἴας πολὺ νικῶν.