Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

Ἤδη δὲ καὶ Σιμωνίδης καὶ πλείους μετʼ ἐκεῖνον μνήμης γνώμης ὁδοὺς προὐδίδαξαν, εἰδώλων παράθεσιν καὶ τόπων εἰσηγούμενοι πρὸς τὸ μνημονεύειν ἔχειν ὀνομάτων τε καὶ ῥημάτων· τὸ δέ ἐστιν οὐδὲν ἕτερον ἢ τῶν ὁμοίων πρὸς τὸ δοκοῦν καινὸν παραθεώρησις καὶ συζυγία πρὸς ἄλλο. τὸ γὰρ γνώριμον τοῦ γνωστοῦ τύπος τις καὶ ἴχνος καὶ λαβαὶ καὶ ἀφορμαί, καὶ τοῦτον τὸν τρόπον καὶ τὰς τῶν βαρβάρων φωνὰς συλλαβεῖν ἐστιν ἀντιτιθέντα τῷ γνωρίμῳ τὸ ἀντʼ αὐτοῦ, καὶ τούς τύπους τῶν πραγμάτων καταβλέποντα. ὁ δὲ τόπος τῆς μνήμης εἰς ἀφορμὴν ἔδωκεν, ὅτι μηδὲν ἄνευ τόπου, καὶ τὸ μέρος τοῦ λείποντος καὶ ὄλου. ὥσπερ γὰρ οἱ τὸ ἴχνος ἀνευρόντες κύνες καὶ τὴν χώραν τῶν ἰχνῶν κατὰ πόδας διώκουσι τὸ θηρίον, καὶ μόνον οὐκ ἔχειν ὑπολαμβάνουσιν, οὕτω δὴ καὶ τῷ σπουδάζοντι μνημονεύειν καὶ σώζειν τὰ μαθήματα θέλοντι τὰ μέρη τῶν μαθημάτων ἐστὶ θεωρητέον καὶ τὰ συμβεβηκότα αὐτοῖς, ἵνʼ ὅπου τύχοι προσβαλὼν ἐκεῖθεν αὐτῷ τὸ μνημονεύειν ὑπάρξαι. τοιγαροῦν καὶ τὰ μέτρα μᾶλλον μεμνήμεθα τῶν ἄνευ μέτρου πεποιημένων, ὅτι δὴ τὸ τοῦ ῥυθμοῦ καὶ τῆς εὐταξίας ἀνάλογον μνημονεύοντες καὶ τὰ καθʼ ἕκαστα τῶν ῥημάτων ἀνιχνεύομεν κατὰ πόδας ζητοῦντες τὸ λεῖπον ἐξ ὧν προειλήφαμεν. τὸ δὲ μέγιστον ἐν τούτοις, μελετᾶν ἀεὶ καὶ ἀπιστεῖν ὡς εἰδότι καὶ φοβεῖσθαι μὴ διαρρυέν σε τὸ μάθημα [*](575) οἰχήσεται. τὸ γὰρ ποιοῦν ἐπιλήσμονας ὑπόληψίς ἐστι τοῦ δοκεῖν εἰδέναι τὸ ἅπαξ ὀφθὲν ἢ λεχθὲν ἢ ἀκουσθέν,  καὶ τὸ προσδοκᾶν ὅτι καὶ εἰς νέωτα καὶ μετὰ χρόνον μοι παραμενεῖ, μή τι γε δὴ τρίτην ὕστερον ἡμέραν ἢ τετάρτην ἢ πέμπτην. ἔχει δὲ οὐχ οὕτως ἀλλʼ οἴχεται καὶ κατὰ μικρὸν διαφθείρεται καὶ δαπανᾶται μὴ μελετώμενον.

317
δεινὴ δὲ πρόφασις λήθης καὶ τὸ γεγράφθαι πού σοι τὰ μαθήματα καὶ ἐπὶ σχολῆς ἔχειν, ἐντυχόντα γνῶναι, καὶ ἀναλαβεῖν τὸ ἐκβεβλημένον. δεῖ δὲ οὐχ οὕτως, ἀλλʼ ἡγεῖσθαι μηδὲν ἐκείνων γεγράφθαι, μηδ᾿ [*]((719)) ἐπί σοι καθεστηκέναι διαναγνόντι καὶ ἐπιλεξαμένῳ μαθεῖν οἴου μηδὲ εἰδέναι γράμματα, τό γε ἐπὶ μνήμῃ, καὶ οὕτως ἔσῃ φροντιστὴς περὶ τὰ ἐγνωσμένα, καὶ μελετηρότατος εἰς μαθήματα. ἀμέλει τίς ἂν ἐπιλάθοιτο τοῦ ὀνόματος τῆς μητρὸς ἢ τοῦ πατρὸς ἢ τῆς πατρίδος ἢ τοῦ σφετέρου; ἃ δῆλον ὅτι διʼ οὐδὲν ἄλλο, ἢ ὅτι ἡ μελέτη τούτων ἀέναος γίνεται καὶ καθημερινή τε καὶ διὰ τέλους. τίς δέ ἐστιν ὅστις ἐρωμένης ἢ παιδικῶν ἐξελάθετο,  καὶ ὧν οὗτοι λέγουσιν ἢ πράττουσι; κἂν ληροῦντες τύχωσι, καὶ ὁτιοῦν φλυαροῦντες εἴπωσι, τοῦτο φροντίδι βεβαιωσάμενος περιφέρει καὶ μελέτῃ μακρᾷ τῷ πρὸς ἐκείνοις εἶναι τὴν γνώμην καὶ μετʼ ἐκείνων διαιτᾶσθαι. διὸ καὶ σοφούς τε καὶ ποιητικοὺς ὡς εἰκὸς ἀποτελεῖ ἡ μνήμη ὑποτρεφομένη. ἅμα τε γὰρ ἔσπασέ τι τῆς ἐπιθυμίας, καὶ ἐγέννησε τὸ μνημονεύειν ποθῶν ἀπερχόμενον [*](576) τὸ φανὲν κεχαρισμένον, καὶ σοφώτερος αὐτοῦ γεγενημένος καὶ ποιεῖν εἰς τὰ παιδικὰ ὀρέγεται καὶ γλίχεται τοῦ καλοῦ, καθάπερ τέως μελετηρὸς ὤν, νυνὶ δὲ πτερωθεὶς ὑπὸ μνημοσύνης, κἂν εἰ τύχοι ζωγραφικὸς ὢν ἢ πλαστικός, εἴδωλον ὁμοιότατον ἐκ τῆς μνήμης τῆς περὶ τῶν παιδικῶν συμπλάσεται καὶ διατυπώσει. νυστάζειν γὰρ αὐτὸν οὐκ ἐᾷ καὶ παριέναι τὰ μέρη τοῦ κάλλους ὁ πόθος ἐγκείμενος, οὐδὲ ἀμελῶς θεωρεῖν. οὐδὲ φιλάργυρος τῶν δραχμῶν ἐπιλήσεται τούτων ὧν ἀπέθηκεν εἰς τὸ ταμιεῖον φέρων, διὰ φροντίδος ἔχων ἃ διηρίθμησε καὶ συνήθροισε. φροντίζων δὴ καὶ σὺ περὶ ταῦτα ἃ μανθάνεις, εἰ βούλει μαθεῖν, καὶ μεθ᾿ ἡμέραν καὶ νύκτωρ, οὐκ ἐπιλήσῃ τὸ σύνολον, ἀλλʼ ἕξεις ἐπὶ τὴν χρείαν ἕτοιμα
318
ὑπόγυον, αὐτὰ καὶ πρὸ ὀλίγου τεθεραπευκὼς καὶ περὶ αὐτῶν διειλεγμένος. ἐὰν δὲ ἀνῇς, οἰχήσεται. πτερόεντα γοῦν οἱ ποιηταὶ τὰ ἔπη καὶ τὰ ῥήματα λέγουσιν, ὅτι τοῖς οὐκ ἀπρὶξ ἐχομένοις ἀναστάντα πέτεται. αἰνίττεται δὲ καὶ ὁ κατατετρῆσθαι δοκῶν πίθος, καὶ τὸ ἐν Ἅιδου κόσκινον, ὅτι μηδὲν στέγειν δυνάμεθα τῶν εἰς τὴν ψυχὴν εἰσιόντων, ἀλλʼ ἀπορρυτόν ἐστιν ἄνωθεν, ὥσπερ ἀπορρέοντός τινος ἀεὶ δεῖ τὸ ἐπεισρέον εἶναι. Ἀντιφῶν τε ἐν ταῖς ῥητορικαῖς τέχναις τὸ μὲν τὰ παρόντα ἔφη καὶ ὑπάρχοντα καὶ παρακείμενα αἰσθάνεσθαι κατὰ φύσιν εἶναι ἡμῖν, παρὰ φύσιν δὲ τὸ φυλάττειν αὐτῶν ἐκποδών γενομένων ἐναργῆ τὸν τύπον. ὅθεν ἐπειδὴ παρὰ φύσιν ἐστὶν τὸ μνημονεύειν, ἡ φροντὶς καὶ [*](577) ἡ ἄσκησις κράτιστον. ἀκροώμενος οὖν τῶν τε ἀποστοματιζόντων ἤτοι τὰ ἐσκεμμένα ἢ τοὺς αὐτοσχεδίους λόγους καὶ τῶν ἀναγνωσμάτων, πρῶτον μὲν τὴν ἰδέαν τοῦ λεγομένου περιλάμβανε, τοῦτο δέ ἐστιν ἡ περιβολὴ τῆς ἐννοίας καὶ ὁ κύκλος καὶ τὸ ἄρθρον τὸ περιγράφον καὶ ἀφορίζον τὰ μέρη τῶν μερῶν, οἷον εἰ μὲν προοίμιον εἴη, τίς ὁ λόγος τε καὶ ἡ ὑπόθεσις τῆς προοιμιακῆς ἐπιχειρήσεως, τοῦ ά, τοῦ β΄, τοῦ γʹ, τῶν ἄλλων ἐφεξῆς, καὶ τὸ διὰ τί εἴληπται λάμβανε. δεσμὸς γάρ ἐστι τῆς μνήμης σοι καὶ φυλακτήριον καὶ τὸ τοιοῦτον εἶδος λαβόντι. τὸ γὰρ διὰ τί τὸ κῦρος τῆς ἐπιστήμης καὶ τέχνης. ὡσαύτως γε μὴν καὶ περὶ τῆς διηγήσεως δηλώσεως οὔσης, εἴτε ἄνωθεν ἐξαρχῆς εἴτε καὶ πόθεν ἤρξατο καὶ τίνος χάριν, καὶ ταῦτα ἐπίκρινε. ὅταν δὲ ἅπτηται τῶν πίστεων, ἡγομένων τε καὶ ἀναγκαίων διάκρισιν ποιοῦ, καὶ τί τὸ κεφάλαιον τὸ ἰδικώτατόν ἐστιν αὐτῶν, καὶ πρὸς τί βλέπων λέγει καὶ πραγματεύεται. τὰ γὰρ καθʼ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκ τούτων σοι παραστήσεται, μικροῦ δέω λέγειν ὅτι καὶ αὐτὰ τὰ ῥήματα ὅταν δʼ ἐκβοήσῃ τι
319
καλὸν καὶ καίριον καὶ περιττὸν καὶ συνέσεως ἀξίας ἐχόμενον, διότι τοιοῦτόν ἐστιν οὐκ ἀχρεῖον λαβεῖν εἰς ἀπομνημόνευσιν. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῶν ἐπιλόγων ἢ γὰρ αὔξει τὸ πρᾶγμα ἢ μὴ ταῖς ἐπανόδοις συστρέψας ἐν βραχεῖ διδάσκειν οἴεται δεῖν τὰ διὰ πολλῶν ἠνυσμένα. μαρτύριον δὲ πρὸς τοῖς εἰρημένοις οὐκ ἐλάχιστόν ἐστι τῆς μνήμης τὸ ἔργον ἡμέτερον εἶναι καὶ ἐφʼ ἡμῖν [*]((720)) τὸ τοὺς διαλυομένους, ὅταν καὶ ἀπαλλαττώμεθα ἀπʼ [*](578) ἀλλήλων παραπέμποντες ἢ προπεμπόμενοι, κελεύειν ἀλλήλων μεμνῆσθαι ἀπελθόντας· τοῦτο γὰρ σημαίνει τὸ ῥῆμα, ὅτι εἰ βουληθείημεν μὴ ἀμελεῖν τοῦ μεριμνᾶν, καὶ ἄποθεν ἀλλήλων μνημονεύοιμεν ἄν. τὰ δὲ ἐγκλήματα καὶ τὸ ἐπιτιμᾶν τοῖς μὴ μεμνημένοις οὐ σαφῶς εἰς τοῦτο φέρει τὸ δέον ἐπιμέλειαν ἔχειν μνημοσύνης καὶ τοῦ ἄποθεν ὄντος; ὅσα γοῦν οὐκ ἐφʼ ἡμῖν, ταῦτα οὐκ ἄν εἴη δίκαιον ἐπιτιμᾶν, οὐκ ἀμορφίαν, οὐ πήρωσιν, οὐδὲν τῶν ἄλλων ὅσαπερ οὐκ ἐφʼ ἡμῖν.