Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

Μνήμης δὲ ὅτι οὐδέν ἐστι σπουδαιότερον ἀνθρώποις ὡς ἔπος εἰπεῖν, τίς ἄν ἀντιλέξειε νοῦν ἔχων; οἱ δὲ καὶ τὴν λήθην ἐπαινοῦσιν, ὡς Εὐριπίδης

313
  • ὧ πότνια λήθη τῶν κακῶν,
  • ὀνομάζων ἐγὼ δὲ λήθην μὲν καὶ ἔξοδον μνήμης ἢ τι οὐδὲν ἐπωφελεῖν κρίνω, τὰ δὲ μέγιστα καὶ κυριώτατα βλάπτειν τοῦ βίου καὶ παραιρεῖσθαι καὶ στερεῖν τῆς εὐδαιμονίας· τὸ γὰρ εὐμισητότατον τῶν ἁμαρτημάτων τε καὶ ἀδικημάτων, τὴν ἀχαριστίαν, ἐπιλειπούσης τῆς τοῦ μνημονεύειν δυνάμεως συμβαίνουσαν εὑρήσομεν· ὁ δὲ μεμνημένος τὴν χάριν οὔτε ἄδικος οὔτε ἀχάριστος· νόμων γε μὴν ἐπιλαθομένους καὶ τῶν σωφρονιζόντων ἡμᾶς δογμάτων, ἀναγκαῖόν ἐστι φαύλους τε καὶ μοχθηροὺς καὶ ἀναιδεῖς γενέσθαι, πᾶσά τε ἄνοια καὶ ψυχῆς ἀμαθία διὰ λήθην ἐμπίπτει. ὁ δὲ ἄκρως μνημονευτικός τε καὶ μνήμων διαφερόντως σοφός· ὅθεν καὶ τοῦτο ὀρθῶς ἐστιν εἰρημένον, οὐ μνημονεύω μὴ λίαν ἡ μὲν τοῦ σοφοῦ, καὶ σοφὸς ὁ πολλὰ εἰδὼς φύσει. τῶν δὲ τῆς ψυχῆς ἀρετῶν, εὐμαθείας, ἀγχινοίας, συνέσεως, μνήμης, μεγαλοπρεπείας, εὐεπείας, τὸ ζηλοῦν δύνασθαι καὶ ἀκριβῶς ἀπομιμεῖσθαι καὶ ἀπομάττεσθαι τοὺς τύπους τῶν λόγων, οὓς ἄν τις ἐπιδείξειε καὶ θαυμάσειε, καὶ τὸ τοῖς διδασκάλοις παραπλησίως τε καὶ ὅτι ἐγγυτάτω [*](571) λέγειν, ταῦτα ξύμπαντα μιᾶς ἔχεται φύσεώς τε καὶ δεινότητος καὶ πλεονεξίας τῆς ἐκ τοῦ μνημονεύειν ἑτοίμως ἔχειν. ἡ γὰρ κρᾶσις τῆς ψυχῆς σύμμετρος οὖσα καὶ δικαία κατὰ τὴν ἁρμονίαν τῶν δυνάμεων, καὶ οἷον κηρὸς εἰργασμένος εὔπλαστος μὲν καὶ εὐάγωγος καὶ μὴ σκληρὸς μηδʼ ἀντίτυπος μηδὲ ἀτέραμνος, μηδὲ αὖ μαλακός τε καὶ διαρρέων, ὡς συγχεῖσθαι τοὺς τύποὺς καὶ ἐξιτήλους γίνεσθαι συμπιπτόντων τῶν χαρακτήρων καὶ τῶν γραμμάτων, ἀναλαμβάνει καθάπερ ἐκμαγεῖον καὶ διατυποῦται ῥᾳδίως ὑπὸ τῶν φαντασμάτων τορνευόμενός τε καὶ γραφόμενος, ἐναργέσιν ὥσπερ καὶ κοίλοις γράμμασι καὶ νεοχαράκτοις σημείοις τῆς ἐπιστήμης.
    314
    πάντα γὰρ πᾶσιν εἰκάζων ὁ ἀγχίνους καὶ ταχέως ἐπιβάλλων διὰ τῆς ζητήσεως ἀπεμνημόνευσε καὶ ἔμαθεν ἐξευρεῖν τῆς ἀπορίας τὴν μηχανὴν καὶ συνεῖδε τὸ δέον. διόπερ μοι δοκεῖ καὶ ὁ Πλάτων τὰς μαθήσεις ἀναμνήσεις λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ ὥσπερ ἀναμιμνησκόμενοι περὶ ὧν δοκοῦμεν μὴ μεμαθηκέναι μηδὲ ἐγνωκέναι καταλαμβάνομεν τὸ ζητούμενον· πῶς δʼ ἂν ἠβούλετό τις ζητεῖν, ἄτε συνειδὼς αὐτῷ μὴ μαθών, εἰ μὴ προσεδόκα μνήμῃ τινὶ ταῦτα ἀνευρήσειν. ἡ δὲ εὕρεσις ἄρα τοῦτό ἐστι, πείρας ἀνάμνησις, καὶ ἀφʼ ὧν ἔπαθέ τις καὶ ᾔσθετο συλλογισμὸς καὶ ὁμοίου καὶ ἀναλόγου ἢ μείζονος ἢ μικροτέρου παράθεσις. ἃ γὰρ αἱ αἰσθήσεις προὔλαβον καὶ ἡ [*](572) ψυχὴ παρὰ τῶν αἰσθήσεων ἔλαβε, ταῦτα μεμυκότα κεῖται καὶ ἠρεμοῦντα καὶ σχολάζοντα τοῖς νωθροῖς καὶ λήθης γέμουσιν, ὥσπερ ἐν διφθέραις εὐρῶτος ἢ πηλοῦ μεμιασμέναις καὶ ἐπαληλιμμέναις, τοῖς δὲ εὐφυεστέροις καὶ γονιμωτέροις καὶ αὐτῷ τούτῳ γνωμονικωτέροις, καθάπερ ἐν χαλκοῖς γραμματείοις σηπεδόνος κεχωρισμένοις καὶ διὰ χρόνον γιγνομένης ἐπηρείας, εἰς τὴν σωτηρίαγ τῶν τύπων ἀμίαντα καὶ ἄχραντα διὰ τέλους σώζεται. μνήμη μὲν γάρ ἐστι σωτηρία φαντασιῶν, καὶ αἰσθήσεως παρελθούσης παρουσία, καὶ κτῆσις πρὸς τὸ πρόχειρον τῆς χρήσεως. ἡ δὲ ἀνάμνησις ἐπιβολὴ φαντασίας παρελθούσης, ὡς παροιχομένης. ἔστι δέ τι καὶ μεταξὺ τοῦ εἰδέναι τε καὶ μή, ὃ δεῖται ὑπομνήσεως. καὶ ἔστιν ὑπόμνησις ὡς ἐξιούσης τῆς ἐπιστήμης ἀνανέωσις καὶ ἀνάληψις, ὧν προείμεθα λήθης χάριν. καὶ τῶν μὲν γνῶσις, τῶν δὲ ἀνάληψις εἰς τὸ ὁλόκληρον τῆς ἐπιστήμης. ὁ δὲ ἐπιλανθανόμενος τῶν ἐσκεμμένων ἰδιώτης ἄχρηστος, καὶ πάντα κληθεὶς δικαιότερον ἢ ῥήτωρ. ὅπου γε καὶ Δημοσθένην τῆς μνήμης ἐπιλειπούσης ἐπιλελοίπει καὶ ἡ δύναμις τῶν λόγων, καὶ συνόλως ἡ τέχνη·
    315
    τῆς γὰρ μνήμης ἐκπλαγείσης ὑπὸ τοῦ δέους πᾶσα τέχνη[*]((718)) φροῦδος, φησὶν ὁ Θουκυδίδης· φόβος γὰρ μνήμην ἐκπλήσσει, λέγει που, καὶ ὀρθῶς λέγει. γένοιο δʼ ἄν μνήμων διαίτης τρόπῳ σώφρονι καὶ φύσεως εὐτυχίᾳ καὶ θεῶν ἐπιπνοίᾳ καὶ φιλομαθίᾳ ἰδίᾳ καὶ φιλονεικίᾳ [*](573) τοῦ μεμνῆσθαι θέλειν. κινδυνεύει τε πᾶς φιλομαθής, κἂν ἐλλείπῃ τῆς μνήμης, μελέτῃ διὰ τέχνης πόθου δημιουργοῦ καὶ φροντίδος ἐξεργάζεσθαι τὸ μνημονεύειν πόθος μὲν γὰρ ἀρχὴ φροντίδος. μέριμνα δὲ καὶ φροντὶς ἐκδεξαμένη τοῦ πόθου τὴν καταβολὴν καὶ τῆς ἐπιθυμίας τὴν γένεσιν ἐρρωμένην οὖσαν, ὃ δὴ ἔρως κέκληται, συνιστᾷ τῆς μνημοσύνης τὴν οὐσίαν. αἰσθανομένη γὰρ ἡ ψυχὴ τοῦ καλοῦ μαθήματός τε καὶ θεάματος, ἢ τοὐναντίον τοῦ χείρονός τε καὶ χαλεπωτέρου, προσέσχε τὸν νοῦν, καὶ δεινὴν ἔλαβεν ὠδῖνα τοῦ πράγματος, ὥστε καὶ παραμένειν μέχρι παντὸς ἐθέλειν. ἐξ ὧν ἡ φροντὶς εἰσεγείρεται, σφύζοντος καὶ σφαδάζοντος καὶ πηδῶντος ἐν αὐτῇ τοῦ τῆς φαντασίας μέρους. ὁ δὲ ῥάθυμος ἀμβλύς τε καὶ νωθρὸς καὶ βραδύς, μόλις τε ᾔσθετο τοῦ γεγονότος,  καὶ μετὰ τὴν αἴσθησιν ἐγκατέλιπεν, εἰ μή τις αὐτὸν ἐπεγείρειεν θεῶν, ἢ ἑαυτὸν τοσοῦτον εὔφλεκτον καὶ εὐαίσθητον ἐξεργάσαιτο καὶ τρίβοι τοὺς τύπους ταῖς τῆς ἀναμνήσεως καὶ μελέτης καὶ μερίμνης ἐπιβολαῖς. τὸ γὰρ πολλάκις ἐθέλειν ἀκούειν καὶ λέγειν ὧν ἤκουσεν ἢ κατέλαβε διʼ ἑτέρας ἡστινοσοῦν αἰσθήσεως, τοῦτο ἀπεργάσεται τὸ μεμνῆσθαι κινουμένης ἀεὶ καὶ βάθος λαμβανούσης διὰ τὴς κινήσεως τῆς ἐναπομορχθείσης φαντασίας εἰς τὴν τῆς ψυχῆς ὑποδοχήν. ὡς γὰρ τὰ τρίμματα τῶν ἁμαξιτῶν κοιλαίνεται καὶ βάθος ἴσχει ταῖς πολλαῖς καὶ συνεχέσι καὶ καταγινομέναις τῶν τροχῶν ἐπιβολαῖς, οὕτω καὶ κατὰ τὴν ψυχήν τι συμβαίνει. τὸ δʼ εἰς ἅπαξ [*](574) καὶ πρῶτον καὶ μέχρι τινὸς καὶ ἕως τούτου λίαν ἐπιπολαίους
    316
    ποιεῖ τοὺς τύπους. οὕτω μὲν οὖν μνήμης περιέσῃ, καὶ εἰ μὴ τύχοις φύσει μετειληφώς.