Isagoge artis musicae

Bacchius Geron

Bacchius Geron. Musici Scriptores Graeci. Jan, Karl von, editor. Leipzig: Teubner, 1895.

Παραφωνία δὲ τί ἐστιν; — --- Ὅταν δύο φθόγγων ἀνομοίων τυπτομένων οὐδέν τι μᾶλλον τοῦ βαρυτέρου φθόγγου ἢ τοῦ ὀξυτέρου τὸ μέλος ὑπάρχῇ.

Διάγραμμα δὲ τί ἐστι; Συστήματος ὑπόδειγμα. ἤτοι οὕτως· διάγραμμά ἐστι σχῆμα ἐπίπεδον, εἰς ὅ πᾶν γένος μελῳδεῖται. διαγράμματι δὲ χρώμεθα, ἵνα τὰ τῇ ἀκοῇ δύσληπτα πρὸ ὀφθαλμῶν τοῖς μανθάνουσι φαίνηται.

[*](4 βαίνηται M VP, γένηται Ο. 5 ἑτεροιώσεως M. 6 τόπον libb. (τρόπον H) an τύπον? cf. Ar. :u. l 11 μεταβολή ἐστιν ἀλλοίωσις τοῦ ὑποκειμένου συστήματος καὶ τοῦ τῆς φιονῆς χαρακ- τῆρος· εἰ γὰρ ἑκάστῳ συστήματι καὶ ποιός τις ἑπακολουθεί τῆς φωνῆς τύπος, δῆλον ὡς ἄμα ταῖς ἁρμονίαις καὶ τὸ τοῦ μέλους εἶδος ἀλλοιωθήσεται, et Cleon. 180, e. 8 τυπτομένων ἤτοι Mers. et Meib. 9 ὑπάρχει M, corr. M4. 10 φθόγγοι ὁμοίως VP. 12 ὑπάρχουσι V. 15 μέλος MPQ, μένος V. ὑπάρχει MV. 17 ἤτοι V MM. ἢ PΟ. 18 μελωδῶ M1, ipse corr.)[*](ad §§ 56. 57 cf. Rheivisches Museum fur Philol. N F XLVI p. 559. ad §§ 59 ss. cf. JA 1 et prol. ad. Gaudentium.)
306

Ποσάχορδόν ἐστι τὸ συνημμένον; —Ἑπτάχορδον. —Τὸ δὲ διεζευγμένον; — Ὀκτάχορδον.

Σύνθετον διάστημα καθόλου ποῖον λέγομεν εἶναι; —Τ διαιρούμενον. — Ἀσύνθετον δὲ ποῖον; — Τὸ μὴ διαιρούμενον.

Μέσης δέ φαμεν εἶναι ὅρους· τις τριῶν συνημμένων τετραχόρδων τοῦ μέσου ὀξυτάτη ἐστίν. οἱ δὲ οὕτως· μέση ἐστὶν ἡ μεταξὑ τόνου καὶ διτόνου ἀσυνθέτου κειμένη. καὶ ἥτις τριῶν τετραχόρδων ἐξῆς κειμένων τοῦ ὀξυτάτου φθόγγου ἐστὶ βαρυτέρα τῇ διὰ τεσσάρων συμφωνίᾳ. καὶ ἀφʼ ἡς ἐπιτείνεται διὰ δ καὶ (p. 16) διὰ ε. καὶ ἀφʼ ἡς τόνος καὶ πυκνὸν ἐπιταθήσεται. καὶ ἀφ ἧς ἐστι συναφή τε καὶ διάζευξις. καὶ ἀφʼ ἧς ἀνίεται διὰ πασῶν καὶ ἐπιτείνεται διἀ πασῶν.

Ὁ τόνος πόσων διέσεων; — δ. — Πόσων δὲ ἡμιτονίων; - β.

Τί πρῶτον στοιχεῖον τῶν κατὰ μουσικήν;— Φθόγγος· ὅ ἐστι φωνῆς τάσις ἐπὶ μίαν πτῶσιν μέλους. Πᾶς δὲ φθόγγος ἔχει σχῆμα ὄνομα δύναμιν.

Τόνον ἐν μουσικῇ ποσαχῶς λέγομεν ὑπάρχειν;— Δισσῶς· τὸν μὲν ἐπʼ ὀξύτητος, τὸν δὲ ἐπὶ διαστήματος.

Ποῖον ἐπʼ ὀξύτητος; — Τ ἄδειν ἕτερον ἑτέρου [*](3 σύνθετον δὲ M. 8 διτόνου P, διατόνου M V. 11 ἐπι- τείνεται ego, ἐστὶν ἀνίεται M V, ἀνίεται P. 17 post β spatium liberum in M. 19 haec ita corrupta in libb. (πτῶσιν τέλους V. emendana ex § 4.) [*](§ 67 cf. Nicomach. c. 12. A 22a. de schematae cet. v. ad § 68 cf. Clecnidem c. 12. Gaud. p 4.)

307
ὀξύτερον ἢ βαρύτερον, ἢ ὄργανον ὀργάνου ἡρμόσθαι βαρύτερον ἢ ὀξύτερον ῴδηποτοῦν διαστήματι.

Τὸν δὲ ἐπὶ διαστήματος ποῖον; Ὦι μείζων ἡ διὰ ε συμφωνία τῆς διὰ τεσσάρων.

Φθόγγων δὲ πόσα λέγομεν εἶναι γένη; Δύο. τούτων δὲ οὕς μὲν ἐμμελεῖς καλοῦμεν, οὕς δὲ πεζούς.

Ἐμμελεῖς ποῖοί εἰσιν; — Οἷς οἱ ἂδοντες χρῶνται καὶ οἱ διὰ τῶν ὀργάνων τι ἐνεργοῦντες. τούτου γὰρ μὴ (p. 17) ὑπάρχοντος ἀδύνατόν τι τῶν κατὰ μουσικὴν δεξδι.

Πεζοὶ δὲ ποῖοί εἰσιν; Οἷς οἱ ῥτορές χρῶνται καὶ οἷς αὐτοὶ πρὸς ἀλλήλους λαλοῦμεν. καὶ οἱ μὲν ἐμμελεῖς ὡρισμένα ἔχουσι τὰ διαστήματα, οἱ δὲ πεζοὶ ἀόριστα.

Φθόγγων δὲ πόσα λέγομεν εἴδη; — Τρία. — Τίνα ταῦτα; Ἔσχατον, μέσον, ἡγούμενον.

Τῶν συμφωνιῶν εἴδη πόσα; Τρία. Τίνα ταῦτα; — Ἀπʼ ἐσχάτου ἐπὶ ἔσχατον, ἀπὸ μέσου ἐπὶ μέσον, ἀφʼ ἡγουμένου ἐπὶ ἡγούμενον.

Αὐτὸ οὗν τὸ διάστημα νοητόν ἐστιν ἢ ἀκουστόν; — Μοητόν. εἰ γὰρ ἥν ἀκουστὸν, καὶ ὁ ἰδιώτης ἀκούων αὐλητῶν ἢ ψαλτῶν ἢ ᾠδῶν ἤδει ἄν τί ἐστι τὸ δίαστημα. — Κατʼ ἐνίους δὲ νοητὸν καὶ ἀκουστὸν δοκεῖ εἶναι· ἀδύνατον γάρ ἐστι νοῆσαι μὴ ἀκούσαντα.

[*](2 οἴῳδηποτοῦν P. cf. A 16Β. 8 καὶ ἰδιὰ P. 12 αὐτοί PM4Ο, ἑαυτοί M 1V. πρὸς ἀλλήλους καλοῦμεν P, πρὸς ἑαυτοὺς λαλ. M V 18 ἀπέσχατον libb. ἐπιέσχατον V. ἀπόμεσον et ἀφηγούμενον omnes, ἑπίμεσον et ἐπιηγούμενον V. 19 redit πᾶς δὲ φθόγγος ἔχει σχῆμα ὄνομα δύναμιν (§§ 67. 97) in MV 22 ἢ ᾠδῶν ἢ ψαλτῶν invertit P.)[*](§ 69. πεζὸς de prosa oratione Dionys. de comp. vb. 11.)
308

Τίνι οὖν γνωστόν ἐστι μεγέθει; — Τόνῳ ἡμιτονίφ, ὀξύτητι βαρύτητι. (p. 18)

Πόσα οὔν ἐστι τέλεια συστήματα ἐν τῷ ἀμεταβόλῳ συστήματι; — β. — Τίνα ταῦτα; — Συνημμένον τε καὶ διεζευγμένον. — Τούτων οὖν διαφοραὶ τίνες; — Τοῦ μὲν συνημμένου διὰ πασῶν καὶ διὰ τεσσάρων, τοῦ δὲ διεζευγμένου διὰ πασῶν καὶ διὰ πέντε.

Τετραχόρδων δέ ἐστιν εἴδη πόσα; — Τρία. ἐν τῷ διατόνῳ πρῶτον μὲν οὗ τὸ ἡμιτόνιον ἐπὶ τὸ βαρύ, δεύτερον οὗ ἐπὶ τὸ ὀξύ, τρίτον δὲ οὗ περιέχεται.

Τοῦ δὲ διὰ πέντε τέσσαρά ἐστιν εἴδη. πρῶτον μὲν οὗ πρῶτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ δξὺ, οἷον τὸ ὑπάτης καὶ παραμέσης· δεύτερον δὲ οὗ δεύτερος, τὸ παρυπάτης καὶ τρίτης· τρίτον οὗ τρίτος, τὸ λιχανοῦ καὶ παρανήτης· τέταρτον οὗ τέταρτος, οἷον τὸ μέσης καὶ νήτης.

Τοῦ δὲ διὰ πασῶν εἴδη ἐστὶν ἑπτά. πρῶτον μὲν οὗ πρῶτος ἐπὶ τὸ ὀξὺ ὁ τόνος, οἶον τὸ ὑπάτης ὑπάτων καὶ παραμέσης, ἐκαλεῖτο δὲ ὑπὸ τῶν ἀρχαίων μιξολύδιον. δεύτερον δὲ (p. 19) οὗ δεύτερος ἐπὶ τὸ δξὺ, οἶον τὸ παρυπάτης ὑπάτων καὶ τρίτης διεζευγμένων, ἐκαλεῖτο δὲ λύδιον. τρίτον οὗ τρίτος, [*](1 ita interpungit N. ἐστι; Μεγέθει τόνῳ vell. 2 addunt libri ῥυθμὸς δὲ τί ἐστι; χρόνου καταμέτρησις μετὰ κινήσεως γινομένη (sic , γινομένης M V) ποιᾶς τινος (═ § 93). 5 καὶ om. P. τούτου P. διαφοραί cf. anon. Bell. § 103. 8 ἐν τῷ ego, ἐν μὲν libb, ὧν ἐν Meib. 11 ἐστιν] εἰσιν M. 12 ἐστιν om. OP. οἶον] ο V 13 ὑπάτη V. οὗ δεύτερον MP, om. V. 20 μιξολύδιον P, μιξολύδιος MV. οὗ P, om. M V.) [*](§ 74 de systematis diez. ambitu v. A 8b. § 75 de formis diatessaron v. § 27. § 76s. de formis diapente et diapason Cleon. c. 9. JA2 11.)

309
οἷον τὸ λιχανοῦ ὑπάτων καὶ παρανήτης, ἐκαλεῖτο δὲ φρύγιον. τέταρτον οὗ τέταρτος, οἷον τὸ ὑπάτης μέσων καὶ νήτης, ἐκαλεῖτο δὲ δώριον. πέμπτον οὗ πέμπτος, οἷον τὸ παρυπάτης καὶ τρίτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑπολύδιον. ἕκτον οὗ ἕκτος, οἷον τὸ λιχανοῦ καὶ παρανήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποφρύγιον. ἕβδομον δὲ οὗ ἕβδομος, οἷον τὸ μέσης καὶ νήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποδώριον καὶ κοινὸν καὶ λοκριστί. αἱ οὗν λιχανοὶ καὶ αἱ παρανῆται ἰσοδυναμοῦσι ταῖς διατόνοις. τοσαῦτα μὲν οὖν ἐστι τῶν συμφωνιῶν τὰ εἴδη ἐν τῇ μουσικῇ τέχνῃ, διʼ ὧν πᾶσα μελοποιία συνίσταται.

Μέλος δὲ τί ἐστι; — Τ ἐκ φθόγγων καὶ διαστημάτων καὶ χρόνων συγκείμενον.

Γένος δέ; — Μέλους θος καθολικόν τι παρεμφαῖνον, ἔχον ἐν ἑαυτῷ διαφόρους ἰδέας.

Θέσεις δὲ τετραχόρδων οἷς τὸ μέλος ὁρίζεται εἰσὶν ἑπτὰ· συναφὴ διάζευξις ὑποδιάζευξις ἐπισυναφὴ ὑποσυναφὴ παραδιάζευξις ὑπερδιάζευξις. Τούτων δὲ ὡρισμένοι [*](1 λιχανῆς vidt. M, λιχανόν V. 3 μέσων OP, μέσης M. μέσον V. 4 et 6 ὑπερβολέων V, item l. 8. 6 καὶ om. MMδV 9 λοκριστίν M. αἱ et ταῖς Meib., οἱ et τοῖς libb. 15 γένος P, γεν///, γένους V. μέλ///M. ἦθος] an εἶδος (ῆθος legit Sext. Emp. adv. mus. 48〉. παρεμφαῖνον PΟ (M in ras ) παρεμφαίνων V. καὶ add. V. 16 ἔχον P (M in ras ) ἔχων V. 12 οἷς PΟ, ἠς MV, αἶς Βyenn. barm. III, 11. 18 ἀποδιάζευξις VP. bis hoc scribit, om. rel. ad ὑπερδιά- ζευξις P. 19 ὡρισμένων (M4 corr.).) [*](§ 79 JA 22. ad §§ 80ss. cf Bry. iIl, 11, τί δὲ διοίσει ἡ ώρισμένη θέσις τῶν τετραχόρδων τῆς ἀορίστου; Ὅτι ἐπὶ μὲν τῆς ἀορίστου τῶν τετραχόρδων θέσεως τὸ αὐτὸ μέλος ὑφʼ ἑτέρου τρόπου δύναται γίγνεσθαι, ἐπὶ δὲ τῆς ὡρισμένης οὐδαμῶς. v. et JA2 22-23.)

310
μὲν τέσσαρες, ἀόριστοι δὲ τρεῖς. ἀόριστοι μὲν (p. 20) οὔν εἰσιν ἢ τε συναφὴ καὶ ἡ διάζευξις καὶ ἡ . ὑποδιάζευξις, ὡρισμέναι δὲ ἢ τε ἐπισυναφὴ καὶ ἡ ὑποσυναφὴ καὶ ἡ παραδιάζευξις καὶ ἡ ὑπερδιάζευξις. τὴν δὲ διαφορὰν ἔχουσιν αἱ ἀόριστοι θέσεις τῶν τε— τραχόρδων παρὰ τὰς ὡρισμένας τήνδε· ὅταν ἐν τῷ 0ἀμεταβόλῳ συστήματι τὸ αὐτὸ μέλος δύνηται ἐφʼ ἑτέρου τόπου καὶ ἄλίου γίνεσθαι, τὸ δὴ τοιοῦτον μέλος ἀόριστον καλεῖται.