Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ταῦτα οὖν ἐκεῖνοι ζητείτωσαν κατ᾿ αὐτοὺς καὶ εἴ τινι ἄλλῳ γένηται φίλον ζητεῖν. Ἀλλ᾿ ἐπιλέγει· ὡς διώρθωτο μὲν

  • τὰ κατὰ τοὺς αἰῶνας ἔσω σφάλματα, διώρθωτο δὲ καὶ κατὰ
  • τὴν ὀγδοάδα, τὴν ἔξω σοφίαν, διώρθωτο δὲ καὶ κατὰ τὴν ἑβδομάδα· (ἐδιδάχθη γὰρ ὑπὸ τῆς σοφίας ὁ δημιουργός, ὅτι
    v.1.p.288
    οὐκ ἔστιν αὐτὸς θεὸς μόνος, ὡς ἐνόμιζε, καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν, ἀλλ᾿ ἔγνω διδαχθεὶς ὑπὸ τῆς σοφίας τὸν κρείττονα·
  • κατηχήθη γὰρ ὑπ᾿ αὐτῆς καὶ ἐμυήθη καὶ ἐδιδάχθη τὸ μέγα
  • τοῦ πατρὸς καὶ τῶν αἰώνων μυστήριον, καὶ ἐξεῖπεν αὐτὸ οὐδενί, τουτέστιν, ὥς φησιν, ὃ λέγει πρὸς Μωϋσῆν· Ἐγὼ ὁ θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, καὶ τὸ ὄνομα θεοῦ οὐκ ἀπήγγειλα αὐτοῖς, τουτέστι τὸ μυστήριον
  • οὐκ εἶπα, οὐδὲ ἐξηγησάμην, τίς ἐστὶν ὁ θεός, ἀλλ᾿ ἐφύλαξα
  • παρ᾿ ἐμαυτῷ ἐν ἀποκρύφῳ τὸ μυστήριον, ὃ ἤκουσα παρὰ τῆς σοφίας)· ἔδει οὖν διωρθωμένων τῶν ἄνω κατὰ τὴν αὐτὴν ἀκολουθίαν καὶ τὰ ἐνθάδε τυχεῖν διορθώσεως. Τούτου χάριν ἐγεννήθη Ἰησοῦς ὁ σωτὴρ διὰ τῆς Μαρίας, ἵνα διορθώσηται τὰ
  • ἐνθάδε, ὥσπερ ὁ Χριστός, ὁ ἄνωθεν ἐπιπροβληθεὶς ὑπὸ τοῦ
  • νοὸς καὶ τῆς ἀληθείας, διωρθώσατο τὰ πάθη τῆς ἔξω σοφίας, τουτέστι τοῦ ἐκτρώματος· καὶ πάλιν ὁ διὰ Μαρίας γεγεννημένος ὁ σωτὴρ ἦλθε διορθώσασθαι τὰ πάθη τῆς ψυχῆς. Εἰσὶν οὖν [κατ᾿ αὐτοὺς] τρεῖς Χριστοί, ὁ ἐπιπροβληθεὶς ὑπὸ
  • τοῦ νοὸς καὶ τῆς ἀληθείας μετὰ τοῦ ἁγίου πνεύματος, καὶ
  • ὁ κοινὸς τοῦ πληρώματος καρπός, ἰσόζυγος τῆς ἔξω σοφίας, ἥτις καλεῖται καὶ αὐτὴ πνεῦμα ἅγιον ὑποδεέστερον τοῦ πρώτου, καὶ τρίτος ὁ διὰ Μαρίας γεννηθεὶς εἰς ἐπανόρθωσιν τῆς κτίσεως τῆς καθ᾿ ἡμᾶς.

  • Διὰ πλειόνων νομίζω αὐτάρκως τὴν Οὐαλεντίνου αἵρεσιν
  • Πυθαγόρειον οὖσαν ὑποτετυπῶσθαι. Δοκεῖ δὲ καὶ δι᾿ ἐλέγχων τὰ δοκοῦντα αὐτοῖς ἐκθέμενον παύσασθαι. Πλάτων τοίνυν περὶ τοῦ παντὸς ἐκτιθέμενος μυστήρια γράφει πρὸς Διονύσιον τοιοῦτον τινὰ τρόπον λέγων· Φραστέον δή σοι δι᾿
  • αἰνιγμάτων, ἵν᾿ ἄν τι ἡ δέλτος ἢ πόντου [ἢ γῆς] ἐν
  • πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ· ὧδε γὰρ ἔχει· περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, κἀκείνου ἕνεκα πάντα, κἀκεῖνος αἴτιος πάντων τῶν καλῶν. Δεύτερον περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. Τοῦ
  • δὲ βασιλέως πέρι [καὶ] ὧν εἶπον οὐδέν ἐστι τοιοῦτον.
  • Τὸ δὲ μετὰ τοῦτο, ἡ ψυχὴ ἐπιζητεῖ μαθεῖν ὁποῖα
    v.1.p.290
    ἄττα ἐστί, βλέπουσα εἰς τὰ ἑαυτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. Τουτέστιν, ὧ παῖ Διονυσίου καὶ Δωρίδος, τὸ ἐρώτημα, ὃ πάντων αἴτιόν ἐστι κακῶν·
  • μᾶλλον δὲ ἡ περὶ τούτου φροντὶς ἐν τῇ ψυχῇ ἐγγινομένη,
  • ἣν ἐὰν μή τις ἐξαιρεθῇ, τῆς ἀληθείας ὄντως οὐ μή ποτε τύχῃ. Ὃ δὲ θαυμαστὸν αὐτοῦ γέγονεν, [ἄκουσον]. Εἰσὶ γὰρ ἄνδρες ταῦτα ἀκηκοότες μαθεῖν [μὲν δυνατοί], δυνατοὶ δὲ μνημονεῦσαι καὶ βασανίσαντες
  • πάντη πάντως κρῖναι γέροντες ἤδη, οἵ φασι
  • τὰ μὲν τότε πιστὰ εἶναι δόξαντα, νῦν ἄπιστα, τὰ δὲ τότε ἄπιστα, νῦν τοὐναντίον. Πρὸς ταῦτα οὖν σκοπῶν εὐλαβοῦ, μή ποτε σοὶ μεταμελήσῃ τῶνδε ἀναξίως ἐκπεσόντων. Διὰ τοῦτο ἐγὼ περὶ τούτων γέ[γραφα
  • οὐ]δέν, οὐδὲ ἔστι Πλάτωνος σύγγραμμα οὐδέν,
  • οὐδὲ ἔσται πώποτε. Τὰ δὲ νῦν λεγόμενα Σωκράτους ἐστὶ καλοῦ καὶ νέου γεγονότος. Τούτοις περιτυχὼν Οὐαλεντῖνος ὑπεστήσατο τὸν πάντων βασιλέα, ὃν ἔφη Πλάτων, οὗτος πατέρα καὶ βυθὸν καὶ πᾶσι γῆν τῶν ὅλων αἰώνων.
  • Δεύτερον περὶ τὰ δεύτερα τοῦ Πλάτωνος εἰρηκότος, τὰ
  • δεύτερα Οὐαλεντῖνος τοῦ ἐντὸς ὅρου τὸν ὅρον ὑπέθετο πάντας αἰῶνας, καὶ τρίτον περὶ τὰ τρίτα τὴν ἔξω τοῦ ὅρου καὶ τοῦ πληρώματος διαταγὴν συνέθηκε πᾶσαν. Καὶ δεδήλωκεν αὐτὴν δι᾿ ἐλαχίστων Οὐαλεντῖνος ἐν ψαλμῷ κάτωθεν ἀρξάμενος,
  • οὐχ ὥσπερ ὁ Πλάτων ἄνωθεν, λέγων οὕτως· Αἰθέρος
  • πάντα κρεμάμενα πνεύματι βλέπω, πάντα δ᾿ ὀχούμενα πνεύματι νοῶ· σάρκα μὲν ἐκ ψυχῆς κρεμαμένην, ψυχὴν δὲ ἀέρος ἐξοχουμένην, ἀέρα δὲ ἐξ αἰθέρος κρεμάμενον, ἐκ δὲ βυθοῦ καρποὺς φερομένους, ἐκ
  • μήτρας δὲ βρέφος φερόμενον· οὕτως ταῦτα νοῶν· σὰρξ
  • ἐστὶν ἡ ὕλη κατ᾿ αὐτούς, ἥτις κρέμαται ἐκ τῆς ψυχῆς τοῦ δημιουργοῦ.
    v.1.p.292
    Ψυχὴ δὲ ἀέρος ἐξοχεῖται, τουτέστιν ὁ δημιουργὸς τοῦ πνεύματος ἔξω πληρώματος. Ἀὴρ δὲ αἰθέρος ἐξοχεῖται, τουτέστιν ἡ ἔξω σοφία τῆς ἐντὸς ὅρου καὶ παντὸς
  • πληρώματος. Ἐκ δὲ βυθοῦ καρποὶ φέρονται, ἡ ἐκ τοῦ
  • πατρὸς πᾶσα προβολὴ τῶν αἰώνων γενομένη. Τὰ μὲν οὖν τῷ Οὐαλεντίνῳ δοκοῦντα ἱκανῶς λέλεκται . . . σχολῆς προκόψασιν ἐξειπεῖν, ἄλλου ἄλλως δογματίσαντος τὰ δόξαντα αὐτοῖς.

    Σεκοῦνδος μέν τις κατὰ τὸ αὐτὸ ἅμα τῷ Πτολεμαίῳ

  • γενόμενος οὕτως λέγει· τετράδα εἶναι δεξιὰν καὶ τετράδα ἀριστεράν,
  • καὶ φῶς καὶ σκότος· καὶ τὴν ἀποστᾶσαν δὲ καὶ ὑστερήσασαν δύναμιν οὐκ ἀπὸ τῶν τριάκοντα αἰώνων λέγει γεγενῆσθαι, ἀλλὰ ἀπὸ τῶν καρπῶν αὐτῶν. Ἄλλος δέ τις Ἐπιφάνης, διδάσκαλος αὐτῶν οὕτως λέγει· Ἦν ἡ πρώτη ἀρχὴ ἀνεννόητος,
  • ἄρρητός τε καὶ ἀνονόμαστος, ἣν μονότητα καλεῖ· ταύτῃ [δὲ]
  • συνυπάρχ]ειν δύναμιν, ἣν ὀνομάζει ἑνό[τητα]. Αὕτη ἡ ἑνότης ἥ τε μονότης προήκαντο μὴ προέμεναι ἀρχὴν ἐπὶ πάντων νοητὴν ἀγέννητόν τε καὶ ἀόρατον, ἣν μονάδα καλεῖ. Ταύτῃ
  • τῇ δυνάμει συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν
  • v.1.p.294
    ὀνομάζω τὸ ἕν. Αὗται αἱ τέσσαρες δυνάμεις προήκαντο τὰς λοιπὰς τῶν αἰώνων προβολάς. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον ὀγδοάδα τούτοις τοῖς ὀνόμασιν ἐκάλεσαν· [πρῶτον προαρχήν, ἔπειτα ἀνεννόητον, τὴν δὲ τρίτην ἄρρητον,
  • καὶ τὴν] τετάρτην ἀόρατον. Καὶ ἐκ μὲν τῆς πρώτης προαρχῆς
  • προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ ἀρχήν, ἐκ δὲ τῆς ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ [τόπῳ] ἀκατάληπτον, ἐκ δὲ τῆς ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ ἀκατάληπτον, ἐκ δὲ τῆς ἀοράτου ἀγέννητον, πλήρωμα τῆς πρώτης ὀγδοάδος.
  • Ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ βυθοῦ καὶ
  • τῆς σιγῆς. Πολλαὶ δὲ περὶ αὐτοῦ τοῦ βυθοῦ καὶ διάφοροι γνῶμαι. Οἱ μὲν αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν, ἄλλοι δὲ τὴν σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι καὶ εἶναι ταύτην πρώτην συζυγίαν. Οἱ δὲ περὶ τὸν Πτολεμαῖον δύο συζύγους
  • αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, ἔννοιαν καὶ
  • θέλησιν· πρῶτον γὰρ (??)οήθη τι προβαλεῖν, ὥς φασιν, ἔπειτα ἠθέλησε. Διὸ καὶ τῶν δύο τούτων διαθέσεων καὶ δυνάμεων,
    v.1.p.296
    τῆς τε ἐννοίας καὶ τῆς θελήσεως, ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβολὴ τοῦ τε μονογενοῦς καὶ τῆς ἀληθείας
  • κατὰ συζυγίαν ἐγένετο, οὕς τινας τύπους καὶ εἰκόνας τῶν δύο
  • διαθέσεων τοῦ πατρὸς διελθεῖν ἐκ τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν θελήματος τὸν νοῦν, τῆς δὲ ἐννοίας τὴν ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ ἐπιγεννητοῦ θελήματος ὁ ἄρρην εἰκών, τῆς δὲ ἀγεννήτου ἐννοίας ὁ θῆλυς, ἐπεὶ τὸ θέλημα ὥσπερ δύναμις
  • ἐγένετο τῆς ἐννοίας. Ἐνενοεῖτο μὲν γὰρ ἀεὶ ἡ ἔννοια
  • τὴν προβολήν, οὐ μέντοι γε προβάλλειν αὐτὴ κατ᾿ αὐτὴν ἠδύνατο, ἀλλὰ ἐνενοεῖτο, ὅτε δὲ ἡ τοῦ θελήματος δύναμις [ἐπεγένετο], τότε [ὃ] ἐνενοεῖτο προβάλλει.

    Ἄλλος δέ τις διδάσκαλος αὐτῶν Μάρκος, μαγικῆς

  • ἔμπειρος ἃ μὲν διὰ κυβείας ἐνεργῶν, ἃ δὲ καὶ διὰ δαιμόνων
  • ἠπάτα πολλούς. Οὗτος ἔλεγεν ἐν αὐτῷ τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων εἶναι δύναμιν. Καὶ δὴ πολλάκις λαμβάνων ποτήριον ὡς εὐχαριστῶν, καὶ ἐπὶ πλεῖον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεον τὸ κέρασμα ἐποίει
    v.1.p.298
  • φαίνεσθαι καί ποτε ἐρυθρόν, ὡς δοκεῖν τοὺς ἀπατωμένους χάριν
  • τινὰ κατιέναι καὶ αἱματώδη δύναμιν παρέχειν τῷ πόματι. Ὁ δὲ πανοῦργος τότε μὲν πολλοὺς ἔλαθε, νυνὶ δὲ ἐλεγχόμενος παύσεται· φάρμακον γάρ τι τοιαύτην δυνάμενον χρόαν παρασχεῖν λαθραίως ἐνιῶν τῷ κεράσματι ἐπιπολὺ φλυαρῶν ἀνέμενεν,
  • ὅπως τῆς ὑγρότητος μεταλαβὸν λυθῇ καὶ ἀναμιγὲν ἐπιχρωτίσῃ
  • τὸ πόμα. Τὰ δὲ δυνάμενα τοῦτο παρασχεῖν φάρμακα ἐν τῇ κατὰ μάγων βίβλῳ προείπομεν ἐκθέμενοι, ὡς πολλοὺς πλανῶντες ἀφανίζουσιν, οἷς εἰ φίλον περιεργότερον τῷ εἰρημένῳ προσεπισχεῖν, εἴσονται τὴν Μάρκου πλάνην.

  • Ὃς καὶ ποτήριον μικρότερον κιρνῶν ἐδίδου γυναικὶ
  • εὐχαριστεῖν, αὐτὸς παρεστὼς καὶ ἕτερον κρατῶν ἐκείνου μεῖζον κενόν, καὶ εὐχαριστησάσης τῆς ἀπατωμένης δεξάμενος ἐπέχει εἰς τὸν μείζω, καὶ πολλάκις ἀντεπιχέων ἕτερον εἰς ἕτερον ἐπέλεγεν οὕτως· Ἡ πρὸ τῶν ὅλων, [ἡ] ἀνεννόητος καὶ ἄρρητος
  • χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι
  • ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. Καὶ τοιαῦτα τινὰ ἐπειπὼν καὶ ἐκστήσας τήν τε ἀπατωμένην καὶ τοὺς παρόντας ὡς θαυματοποιὸς ἐνομίζετο, τοῦ μείζονος ποτηρίου πληρουμένου
  • ἐκ τοῦ μικροτέρου ὡς καὶ ὑπερχεῖσθαι πλεονάζον. Καὶ
  • τούτου δὲ τὴν τέχνην ὁμοίως ἐν τῇ προειρημένῃ βίβλῳ ἐξεθέμεθα δείξαντες πλεῖστα φάρμακα δυνάμενα αὔξησιν παρασχεῖν ἐπιμιγέντα οὕτως ὑγραῖς οὐσίαις, μάλιστα οἴνῳ κεκερασμένῳ, ὧν ἕν τι φάρμακον ἐν τῷ κενῷ ποτηρίῳ κρύβδην ἔ . . . ος . . .
  • χρισ . . ὡς μηδὲν ἔχον δείξας, ἐπιχέων ἐκ τ . . . καὶ ἐπαναχέων,
  • ἀναλυομένου τοῦ φαρμάκου ὑπὸ τῆς τοῦ ὑγροῦ μίξεως, ὄντος φυσώδους, πλεονασμὸς τοῦ κεράσματος ἐγίνετο καὶ ἐπὶ τοσοῦτον ηὔξανεν, ἐς ὅσον ἐπαναχυνόμενον ἐκινεῖτο, τοιαύτης οὔσης τῆς τοῦ φαρμάκου φύσεως· ὃ εἰ ἀπόθοιτό τις πληρωθέν,
  • μετ᾿ οὐ πολὺ εἰς τὸ κατὰ φύσιν μέτρον πάλιν τραπήσεται, τῆς
  • τοῦ φαρμάκου δυνάμεως σβεσθείσης τῇ τοῦ ὑγροῦ παραμονῇ. Διὸ μετὰ σπουδῆς τοῖς παροῦσι προσεδίδου πίνειν, οἱ δὲ ὡς θεῖόν τι καὶ θεῷ μεμελετημένον φρίσσοντες ἅμα καὶ σπεύδοντες ἔπινον.

    v.1.p.300

  • Τοιαῦτα δὲ καὶ ἕτερα ἐπεχείρει ὁ πλάνος ποιεῖν· διὸ
  • ὑπὸ τῶν ἀπατωμένων ἐδοξάζετο, καὶ ποτὲ αὐτὸς ἐνομίζετο προφητεύειν, ποτὲ δὲ καὶ ἑτέρους ἐποίει, ὅτε μὲν καὶ διὰ δαιμόνων ταῦτα ἐνεργῶν, ὅτε δὲ καὶ κυβεύων, ὡς προείπομεν. Πολλοὺς τοίνυν ἐξαφανίσας, καὶ πολλοὺς τοιούτους μαθητὰς αὐτοῦ γενομένους
  • προεβίβασεν εὐκόλους μὲν εἶναι διδάξας πρὸς τὸ ἁμαρτάνειν,
  • ἀκινδύνους δὲ διὰ τὸ εἶναι τῆς τελείας δυνάμεως καὶ μετέχειν τῆς ἀνεννοήτου ἐξουσίας· οἷς καὶ μετὰ τὸ βάπτισμα ἕτερον ἐπαγγέλλονται, ὃ καλοῦσιν ἀπολύτρωσιν, καὶ ἐν τούτῳ ἀναστρέφοντες κακῶς τοὺς αὐτοῖς παραμένοντας ἐπ᾿ ἐλπίδι τῆς
  • ἀπολυτρώσεως, ὡς δυναμένους μετὰ τὸ ἅπαξ βαπτισθέντας πάλιν
  • τυχεῖν ἀφέσεως, διὰ τοῦ τοιούτου πανουργήματος συνέχειν δοκοῦσι τοὺς ἀκροατάς, οὓς ἐπὰν νομίσωσι δεδοκιμάσθαι καὶ δύνασθαι φυλάσσειν αὐτοῖς τὰ πιστά, τότε ἐπὶ τοῦτο ἄγουσι μηδὲ τούτῳ μόνῳ ἀρκούμενοι, ἀλλὰ καὶ ἕτερόν τι ἐπαγγελλόμενοι
  • πρὸς τὸ συγκρατεῖν αὐτοὺς τῇ ἐλπίδι, ὅπως ἀχώριστοι ὦσι.
  • Λέγουσι γάρ τι φωνῇ ἀρρήτῳ, ἐπιτιθέντες χεῖρα τῷ τὴν ἀπολύτρωσιν λαβόντι, ὃ φάσκουσιν ἐξειπεῖν εὐκόλως μὴ δύνασθαι, εἰ μή τις εἴη ὑπερδόκιμος, ἢ ὅτε τελευτᾷ πρὸς τὸ οὖς ἐλθὼν λέγει ὁ ἐπίσκοπος. Καὶ τοῦτο δὲ πανούργημα πρὸς τὸ ἀεὶ
  • παραμένειν τοὺς μαθητὰς τῷ ἐπισκόπῳ, γλιχομένους μαθεῖν
  • τὸ τί ποτε εἴη τοῦτο ἐπ᾿ ἐσχάτων λεγόμενον, δι᾿ οὗ [τῶν] τελείων ἔσται ὁ μανθάνων· ἃ τούτου χάριν ἐσιώπησα, μή ποτέ τις κακοηθίζεσθαί με αὐτοὺς νομίσῃ, καὶ γὰρ οὐ τοῦτο ἡμῖν πρόκειται, ἀλλ᾿ ἢ τὸ δεῖξαι, ὅθεν τὰς ἀφορμὰς λαβόντες αὐτοῖς
  • τὰ δόξαντα ἐνεστήσαντο.
  • Καὶ γὰρ καὶ ὁ μακάριος πρεσβύτερος Εἰρηναῖος παρρησιαίτερον τῷ ἐλέγχῳ προσενεχθεὶς τὰ τοιαῦτα λούσματα καὶ ἀπολυτρώσεις ἐξέθετο, ἁδρομερέστερον εἰπὼν ἃ πράσσουσιν, οἷς

  • ἐντυχόντες τινὲς αὐτῶν ἤρνηνται οὕτως παρειληφέναι, ἀεὶ ἀρνεῖσθαι
  • μανθάνοντες. Διὸ φροντὶς ἡμῖν γεγένηται ἀκριβέστερον ἐπιζητῆσαι καὶ ἀνευρεῖν λεπτομερῶς, ἃ καὶ ἐν τῷ πρώτῳ λουτρῷ παραδιδόασι, τὸ τοιοῦτο καλοῦντες, καὶ ἐν τῷ δευτέρῳ, ὃ ἀπολύτρωσιν καλοῦσιν. Ἀλλ᾿ οὐδὲ τὸ ἄρρητον αὐτῶν ἔλαθεν
  • ἡμᾶς. Ταῦτα δὲ συγκεχωρήσθω Οὐαλεντίνῳ καὶ τῇ αὐτοῦ
  • v.1.p.302
    σχολῇ. Ὁ δὲ Μάρκος μιμούμενος τὸν διδάσκαλον καὶ αὐτὸς ἀναπλάσσει ὅραμα, νομίζων οὕτως δοξασθήσεσθαι. Καὶ γὰρ Οὐαλεντῖνος φάσκει ἑαυτὸν ἑωρακέναι παῖδα νήπιον ἀρτιγέννητον, οὗ πυθόμενος ἐπιζητεῖ τίς ἂν εἴη, ὁ δὲ ἀπεκρίνατο λέγων,
  • ἑαυτὸν εἶναι τὸν λόγον· ἔπειτα προσθεὶς τραγικόν τινα
  • μῦθον ἐκ τούτου συνιστᾶν βούλεται τὴν ἐπικεχειρημένην αὐτῷ αἵρεσιν. Τούτῳ τὰ ὅμοια τολμῶν ὁ Μάρκος λέγει ἐληλυθέναι πρὸς αὐτὸν σχήματι γυναικείῳ τὴν τετράδα, ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνῦσαι αὐτὴν
  • ἥτις ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὔτε
  • θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μόνῳ διηγήσασθαι οὕτως εἰποῦσαν· Ὅτε τὸ πρῶτον ὁ πατὴρ αὐτοῦ ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ
  • στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ, ὃς παραστὰς ἐπέδειξεν
  • αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. Ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων, ἔπειτα συνῆψε τὴν δευτέραν, καὶ ἦν
    v.1.p.304
  • καὶ αὐτὴ στοιχείων τεσσάρων, ἑξῆς ἐλάλησε τὴν τρίτην, ἥτις ἦν
  • στοιχείων δέκα, καὶ τὴν τετάρτην ἐλάλησε, καὶ ἦν καὶ αὐτὴ στοιχείων δώδεκα. Ἐγένετο οὗν τοῦ ὀνόματος ὅλου ἡ ἐκφώνησις στοιχείων [μὲν] τριάκοντα, συλλαβῶν δὲ τεσσάρων· ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χαρακτῆρα καὶ ἰδίαν
  • ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν, καὶ μηθὲν αὐτῶν
  • εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸς στοιχεῖόν ἐστιν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν, ἀλλ᾿ ὃ αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν αὐτόν· ἕκαστον γὰρ αὐτῶν μέρος ὄντα
  • τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ παύσασθαι
  • ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωττήσαντα καταντῆσαι. Τότε δὲ [καὶ] τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν
  • ἠχήσῃ, τῆς τε ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων
  • ἡμῶν ὑπέθετο εἶναι. Τοὺς δὲ [φθόγγους] ὑπάρχειν τοὺς
    v.1.p.306
    μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον αἰῶνα, καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.

  • Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ
  • αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε· τὰ δὲ καθ᾿ ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς ἐκ[κλησίας] ἐμπεριεχόμενα νοεῖσθαι. Ὧν στοιχείων τοῦ ἐσχάτου στοιχείου τὸ ὕστερον [γράμμα]
  • φωνὴν προήκατο τὴν ἑαυτοῦ, οὗ ὁ ἦχος ἐξελθὼν [κατ᾿] εἰκόνα
  • τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν, ἐξ ὧν τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι, καὶ τὰ πρὸ τούτων γεγενῆσθαι. Τὸ μέντοι γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει εἰς
  • ἀναπλήρωσιν τοῦ ὅλου, μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον,
  • ὥσπερ ἔξω ῥιφέντα. Τὸ δὲ στοιχεῖον αὐτό, ἀφ᾿ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ κατῆλθε κάτω, γραμμάτων φησὶν εἶναι τριάκοντα, καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν
    v.1.p.308
    ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι᾿ ὧν τὸ ὄνομα τοῦ γράμματος
  • ὀνομάζεται, καὶ μὴν πάλιν τὰ ἕτερα δι᾿ ἄλλων ὀνομάζεσθαι
  • γραμμάτων, καὶ τὰ ἄλλα δι᾿ ἄλλων, ὥστε εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος, ἰδίᾳ τῶν γραμμάτων γραφέντων. Οὕτως δ᾿ ἂν σαφέστερον μάθοι τις τὸ λεγόμενον· Τὸ δέλτα στοιχεῖον γράμματα ἔχει ἐν ἑαυτῷ πέντε, τὸ δέλτα, καὶ τὸ εἶ, καὶ τὸ λάμβδα,
  • καὶ τὸ ταῦ, καὶ τὸ ἄλφα, καὶ αὐτὰ ταῦτα τὰ γράμματα δι᾿
  • ἄλλων [γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι᾿ ἄλλων]. Εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μείζον᾿ εἶναι τὸν πόντον τῶν
  • γραμμάτων; καὶ εἰ τὸ ἓν γράμμα ἄπειρον οὕτως, ὁρᾶτε ὅλου
  • τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν προπάτορα ἡ Μάρκου φιλοπονία, μᾶλλον δὲ ματαιοπονία βούλεται συνιστᾶν. Διὸ καὶ τὸν πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ
  • αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι
  • ἕνα τὸ ὅλον ἐκφωνεῖν.

    Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν τετρακτὺν εἶπαι.

    v.1.p.310
    Θέλω δή σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν ἀλήθειαν· κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵνα ἴδῃς αὐτὴν γυμνὴν
  • καὶ καταμάθῃς αὐτῆς τὸ κάλλος, ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς
  • λαλούσης καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. Ὅρα οὖν κεφαλήν, φησίν, ἄνω τὸ πρῶτον ἄλφα (??), τράχηλον τὸ δὲ (??), ὤμους [ἅμα χερσὶ](??), στήθη δέλτα (??), [δια]φράγμα (??), κοιλίαν (??), αἰδοῖα (??), μηροὺς (??), γόνατα (??), κνήμας (??), σφυρὰ (??), πόδας (??).
  • Τουτέστι τὸ σῶμα τῆς κατὰ τὸν Μάρκον ἀληθείας, τοῦτο τὸ
  • σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. Καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο ἄνθρωπον· εἶναί τε πηγήν φησι παντὸς λόγου, καὶ ἀρχὴν πάσης φωνῆς, καὶ παντὸς ἀρρήτου ῥῆσιν, καὶ τῆς σιωπωμένης σιγῆς στόμα. Καὶ τοῦτο τὸ σῶμα
  • αὐτῆς. Σὺ δὲ μετάρσιον ἐγείρας τῆς διανοίας νόημα, τὸν [αὐτο]γεννήτορα
  • καὶ πατροδότορα λόγον ἀπὸ στομάτων ἀληθείας ἄκουε.

    Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον, τὸν δὲ

    v.1.p.312
  • λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα εἶναι τοῦτο, ὃ γινώσκομεν
  • καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν, ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι. Προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖον αὐτὴν μέλλειν τι λέγειν, πάλιν ἡ τετρακτὺς παρελθοῦσα εἰς τὸ
  • μέσον φησίν· Οὕτως εὐήθη ἡγήσω τὸν λόγον τοῦτον, [ὃν] ἀπὸ
  • στομάτων τῆς ἀληθείας ἤκουσας· οὐ τοῦτο, ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν πάλαι, τουτέστιν ὄνομα· φωνὴν γὰρ ἔχεις μόνον αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως
  • ἐπικαλούμενον. Τὸ δὲ παρὰ τοῖς [πέντε] αἰῶσι τοῦ πληρώματος
  • πολυμερὲς τυγχάνον ἄλλης ἐστὶ μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾿ ἐκείνων τῶν συγγενῶν, ὧν τὰ μεγέθη παρ᾿ αὐτῷ ἐστὶ διὰ παντός.

    Ταῦτα τὰ παρ᾿ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας

  • γίνωσκε ὑπάρχειν τῶν τριῶν δυνάμεων [εἰκονικ]ὰς τῶν
  • ἐμπεριεχουσῶν τὸν ὅλον [καὶ] τῶν ἄνω στοιχείων ἀριθμόν. Τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ πατρὸς καὶ τῆς ἀληθείας διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν
    v.1.p.314
    ἀρρήτους καὶ ἀνεκλαλήτους· τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ λόγου
  • καὶ τῆς ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων
  • καὶ τῶν φωνηέντων, καὶ ἀναδεδέχθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δὲ ὑπ᾿ αὐτὰ τὴν ἀναφοράν· τὰ δὲ φωνήεντα, καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ ἀνθρώπου καὶ τῆς ἐκκλησίας, ἐπεὶ διὰ τοῦ ἀνθρώπου ἡ φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ
  • ὅλα· ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν. Ἔστιν
  • οὖν ὁ μὲν λόγος ἔχων καὶ ἡ ζωὴ τὰ ὀκτώ, ὁ δὲ ἄνθρωπος καὶ ἡ ἐκκλησία τὰ ἑπτά, ὁ δὲ πατὴρ καὶ ἡ ἀλήθεια τὰ ἐννέα. Ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ᾿ οὗ ἐχωρίσθη, ἐπὶ
  • διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἐν
  • τῷ ἀγαθῷ οὖσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. Καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν, καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἵτινες τρεῖς ἐφ᾿ ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοσιτεσσάρων
  • ἀνέδειξαν ἀριθμόν. Τὰ μέντοι τρία στοιχεῖα ([ἅ]
  • v.1.p.316
    φησιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ᾿ ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα), τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶ τοῦ ἀνονομάστου ὑπάρχειν. Φορεῖσθαι
  • δὲ αὐτὰ ὑπὸ τῶν ἓξ δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου,
  • ὧν στοιχείων εἰκόνας εἰκόνων ἓξ διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν τὸν τῶν τριάκοντα ποιεῖται ἀριθμόν.

    Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν

  • φησιν ἐν ὁμοιώματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἓξ
  • ἡμέρας τέταρτον ἀναβάντα εἰς τὸ ὄρος, καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἀριθμὸν ἅπαντα τῶν στοιχείων, ὃν ἐφανέρωσεν, ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα,
  • ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν (??) καὶ ἄλφα, δι᾿
  • ἀριθμοῦ δηλουμένου ὀκτακοσίων ἑνός, καὶ διὰ τοῦτο Μωσέα ἐν τῇ ἕκτῃ ἡμέρᾳ λέγειν τὸν ἄνθρωπον γεγονέναι. Καὶ τὴν
    v.1.p.318
    οἰκονομίαν δὲ τοῦ πάθους ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν, ἥτις ἐστὶν ἡ παρασκευή, τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου
  • ἀνθρώπου πεφηνέναι. Ταύτης τῆς οἰκονομίας ἀρχὴν καὶ
  • τέλος τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλῳ. Τὸν γὰρ τέλειον νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμὸν δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς [τὴν] διὰ τοῦ φανέντος ἐπισήμου [εἰς] τὴν δι᾿ αὐτοῦ
  • ἐπιγενομένην ἀναγέννησιν. Ἔνθεν καὶ τὰ διπλᾶ γράμματα
  • τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν· ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσε.

    Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει,

  • ἵνα τῆς αὐτοβουλήτου [βουλῆς] φανερωθῇ ὁ καρπός. Τὸν
  • μέντοι ἐπίσημον ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον, τὸν ὥσπερ μερισθέντα καὶ ἔξω μείναντα, ὃς τῇ αὐτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς ἑαυτοῦ προβολῆς τοῦτον τὸν [τὴν ζωὴν] τῶν ἑπτὰ δυνάμεων μιμήσει
  • τῆς ἑπταδυνάμου δυνάμεως ἐψύχωσε κόσμον, καὶ ψυχὴν
  • v.1.p.320
    ἔθετο εἶναι τοῦ ὁρωμένου παντός. Κέχρηται μὲν οὖν καὶ οὗτος τῷδε τῷ ἔργῳ, ὡς αὐθαιρέτως ὑπ᾿ αὐτοῦ γενομένῳ, τα δὲ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τῆς ἐνθυμήσεως τῆς μητρός. Καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ ἄλφα,
  • ὁ δὲ μετὰ τοῦτον τὸ εἶ, ὁ δὲ τρίτος τὸ ἦτα, ὁ δὲ τέταρτος, ὁ
  • καὶ μέσος τῶν ἑπτά, τὴν τοῦ ἰῶτα δύναμιν, ὁ δὲ πέμπτος τὸ οὖ, ἕκτος δὲ τὸ ῡ, ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ (??). Αἵ τε δυνάμεις πᾶσαι εἰς ἓν συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον, ὑφ᾿ οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς
  • ἠχήσεως ἀνεπέμφθη πρὸς τὸν προπάτορα. Ταύτης μέντοι
  • τῆς δοξολογίας τὸν ἦχον, εἰς τὴν γῆν φερόμενον, φησὶ πλάστην γίνεσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς· τὴν δὲ ἀπόδειξιν ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ μήτρας προελθεῖν ἐπιβοᾷ ὁμοίως ἑνὸς ἑκάστου τῶν στοιχείων
  • τούτων τὸν ἦχον. Καθὼς οὖν [αἱ] ἑπτά, φησί, δυνάμεις δοξάζουσι
  • τὸν λόγον, οὕτω καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι
    v.1.p.322
    κλαίουσα. Διὰ τοῦτο δὲ φησὶ καὶ τὸν Δαβὶδ εἰρηκέναι· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· καὶ πάλιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ. Ἐπὰν
  • δὲ ἐν πόνοις γένηται ἡ ψυχή, ἐπιβοᾷ οὐδὲν ἕτερον ἢ τὸ (??), ἐφ᾿
  • ᾧ ἀνιᾶται, ὅπως γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ.

    Καὶ περὶ τούτων μὲν οὕτως. Περὶ δὲ τῆς τῶν εἰκοσιτεσσάρων στοιχείων γενέσεως οὕτως λέγει· Τῇ μονότητι συνυπάρχειν

  • ἑνότητα, ἐξ ὧν δύο προβολαί, μονάς τε καὶ τὸ
  • ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες. Καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας. Καὶ τὰ μὲν τῆς [πρώτης] τετράδος
    v.1.p.324
  • ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι
  • ὑπὸ μόνου τοῦ υἱοῦ· ταῦτα ὁ πατὴρ οἶδε τίνα ἐστί. Τὰ μετὰ σιωπῆς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ᾿ αὐτῷ ἐστι ταῦτα· ἄρρητος καὶ σιγή, πατὴρ καὶ ἀλήθεια.
  • Ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμὸς ἐστὶ στοιχείων εἰκοσιτεσσάρων.
  • Ὁ γὰρ ἄρρητος ἔχει στοιχεῖα ἑπτά, ἡ σιγὴ (σειγὴ) πέντε, καὶ ὁ πατὴρ πέντε, καὶ ἡ ἀλήθεια ἑπτά. Ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετράς, λόγος καὶ ζωή, ἄνθρωπος καὶ ἐκκλησία τὸν αὐτὸν ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν.
  • Καὶ τὸ τοῦ σωτῆρος ῥητὸν ὄνομα [τουτέστι τὸν Ἰησοῦν]
  • γραμμάτων ὑπάρχειν ἕξ, τὸ δ᾿ ἄρρητον αὐτοῦ ἐπ᾿ ἀριθμῷ τῶν κατὰ ἓν γραμμάτων στοιχείων ἐστὶν εἰκοσιτεσσάρων, υἱὸς δὲ Χριστὸς (Χρειστὸς) δώδεκα, τὸ δὲ ἐν τῷ Χριστῷ ἄρρητον γραμμάτων τριάκοντα καὶ αὐτὸ τοῖς ἐν αὐτῷ γράμμασι
  • κατὰ ἓν τῶν στοιχείων ἀριθμουμένων. Τὸ γὰρ Χριστὸς
  • (Χρειστὸς) ἔστι στοιχείων ὀκτώ. Τὸ μὲν γὰρ χεῖ τριῶν, τὸ
    v.1.p.326
    δὲ (??) δύο, καὶ τὸ εἶ δύο, καὶ (??) τεσσάρων, τὸ (??) πέντε, καὶ τὸ (??) τριῶν, τὸ δὲ οὐ δύο, καὶ τὸ σὰν τριῶν. Οὕτως τὸ ἐν τῷ Χριστῷ ἄρρητον φάσκουσι στοιχείων τριάκοντα. Καὶ διὰ τοῦτο
  • δέ, φασίν, αὐτὸν λέγειν· Ἐγὼ τὸ ἄλφα καὶ τὸ (??), ἐπιδεικνύντα
  • τὴν περιστερὰν τοῦτον ἔχουσαν τὸν ἀριθμόν, ὅ ἐστιν ὀκτακόσια ἕν.

    Ὁ δὲ Ἰησοῦς ταύτην μὲν ἔχει τὴν ἄρρητον γένεσιν. Ἀπὸ γὰρ τῆς μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς

  • τρόπῳ προῆλθεν ἡ δευτέρα τετράς, καὶ ἐγένετο ὀγδοάς,
  • ἐξ ἧς προῆλθεν ἡ δεκάς· οὕτως ἐγένετο δεκαοκτώ. Ἡ οὖν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸν τῶν ὀγδοήκοντα [προεβίβασεν ἀριθμόν, καὶ τὰ ὀγδοήκοντα] πάλιν δεκαπλασιάσασα τὸν τῶν ὀκτακοσίων ἀριθμὸν
  • ἐγέννησεν, ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν
  • ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα, [εἶναι] (??) καὶ (??) καὶ (??), ὅ ἐστιν Ἰησοῦς· τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν ἔστιν ὀκτακόσια ὀγδοηκονταοκτώ. Καὶ τὸ ἀλφάβητον δὲ τὸ Ἑλληνικὸν ἔχει μονάδας ὀκτὼ [καὶ δεκάδας
  • ὀκτὼ] καὶ ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων
  • v.1.p.328
    ὀγδοηκονταοκτὼ ψῆφον ἐπιδεικνύον, τουτέστι τὸν Ἰησοῦν, ἐκ πάντων συνεστῶτα τῶν ἀριθμῶν. Καὶ διὰ τοῦτο ἄλφα [καὶ (??)] ὀνομάζεσθαι αὐτόν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα.

    Περὶ δὲ τῆς τούτου δημιουργίας οὕτως λέγει· Ἀπο

  • τῆς τετράδος τῆς δευτέρας δυνάμεις ἀπορρυείσας δεδημιουργηκέναι
  • τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ λόγου τὸν τόπον ἀναπεπληρωκέναι τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ ζωῆς τὸ ἅγιον πνεῦμα, τοῦ δὲ ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τῆς δὲ ἐκκλησίας τὴν παρθένον. Οὕτως ὁ κατ᾿ οἰκονομίαν διὰ τῆς
  • Μαρίας γενεσιουργεῖται παρ᾿ αὐτῷ ἄνθρωπος. Ἐλθόντος δὲ
  • αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναβαίνοντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾧ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συγκατασπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. Ταύτην δὲ τὴν δύναμιν
  • τὴν καταβᾶσαν εἰς αὐτόν, [σπέρμα] φησὶν εἶναι τοῦ
  • v.1.p.330
    πληρώματος, ἔχον ἐν ἑαυτῷ καὶ τὸν πατέρα καὶ τὸν υἱὸν τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς σιγῆς καὶ τοὺς ἅπαντας αἰῶνας. Καὶ τοῦτο εἶναι τὸ πνεῦμα τὸ ἐν αὐτῷ, φωνῆσαν διὰ τοῦ στόματος τοῦ υἱοῦ, τὸ ὁμολογῆσαν ἑαυτὸν υἱὸν
  • ἀνθρώπου καὶ φανερῶσαν τὸν πατέρα, κατελθὸν μέντοιγε
  • εἰς τὸν Ἰησοῦν ἡνῶσθαι αὐτῷ. Καὶ καθεῖλε μὲν τὸν θάνατον, φασίν, ὁ ἐκ τῆς οἰκονομίας σωτήρ, ἐγνώρισε δὲ τὸν πατέρα Χριστὸν [Ἰησοῦν]. Εἶναι οὗν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ ἐξομοίωσιν καὶ
  • μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι ἀνθρώπου,
  • ὃν χωρήσαντα ἐσχηκέναι αὐτόν, αὐτόν τε εἶναι τὸν ἄνθρωπον, αὐτὸν τὸν λόγον, αὐτὸν τὸν πατέρα καὶ [τὸν] ἄρρητον καὶ τὴν σιγὴν καὶ τὴν ἀλήθειαν καὶ ἐκκλησίαν καὶ ζωήν.

  • Ταῦτα μὲν οὗν πρόδηλα εἶναι πᾶσιν ἐλπίζω τοῖς
  • ὑγιαίνοντα νοῦν κεκτημένοις ὄντα ἄκυρα καὶ μακρὰν τῆς κατὰ θεοσέβειαν γνώσεως, ὄντα μέρη ἀστρολογικῆς ἐφευρέσεως καὶ ἀριθμητικῆς Πυθαγορείου, καθὼς οἱ φιλομαθεῖς εἴσεσθε, ἐν τοῖς προμεριμνηθεῖσιν ἡμῖν ἐκκειμένων τούτων τῶν δογμάτων.
  • Ἵνα δὲ σαφέστερον τούτους ἐπιδείξωμεν οὐ Χριστοῦ μαθητάς,
  • ἀλλὰ Πυθαγόρου, καὶ τῶν περὶ τὰ μετέωρα τῶν ἄστρων
    v.1.p.332
    ἀπ . . . λημένων ὅσα ἐπιτομῇ δυνατὸν ἔστιν ἐκθήσομαι. Λέγουσι γὰρ ταῦτα· Ἐκ μονάδος καὶ δυάδος τὰ ὅλα συνεστάναι, καὶ ἀπὸ μὲν μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες, οὕτως
  • γεννῶσι τὴν δεκάδα. Πάλιν δ᾿ αὖ δυὰς προελθοῦσα ἕως τοῦ
  • ἐπισήμου, οἷον δύο καὶ τέσσαρα καὶ ἕξ, τὴν δωδεκάδα ἀπέδειξε. Καὶ πάλιν ἀπὸ τῆς δυάδος ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριάκοντας ἀνεδείχθη, ἐν ᾗ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. Τὴν οὗν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν
  • αὐτῇ τὸ ἐπίσημον πάθος, καὶ διὰ τοῦτο περὶ τὸν
  • δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι. . . . ὁμοίως δὲ καὶ ἐκ τῆς δεκάδος. Καὶ ἐπὶ τούτων τὴν δραχμὴν λέγουσιν, ἣν ἀπολέσασα γυνὴ ἅψασα λύχνον ἐζήτει, τήν τε ἐπὶ ἑνὶ προβάτῳ ἀπώλειαν, καὶ
  • τὴν τῶν ἐνενήκοντα ἐννέα συντιθέντες ἑαυτοῖς ἀριθμοὺς
  • v.1.p.334
    μυθεύουσιν ὡς τῶν ἕνδεκα ἐπισυμπλεκομένων τοῖς ἐννέα ποιεῖν τὸν τῶν ἐνενήκοντα ἐννέα ἀριθμόν, καὶ τούτου χάριν λέγεσθαι τὸ ἀμήν, περιέχον ἀριθμὸν ἐνενήκοντα ἐννέα· ἄλλον δὲ ἀριθμὸν . . . οὕτω λέγουσι· Τὸ ἦτα στοιχεῖον σὺν τῷ ἐπισήμῳ
  • ὀγδοάδα εἶναι, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν
  • ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ συντιθέντες μέχρι τοῦ ἦτα, τὸν τριάκοντα ἀριθμὸν ἐπιδεικνύουσιν. Ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα ἕως τοῦ ἦτα, τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος τὸν ἐπίσημον,
  • εὑρήσει [τὸν] τριάκοντα ἀριθμόν. Ἐπεὶ οὗν ἐκ τῶν
  • τριῶν δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, [τρὶς] αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. Οὕτως ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα ἀπεκύησεν ἀριθμὸν ἐκ πρώτης ὀγδοάδος καὶ δεκάδος καὶ δωδεκάδος, ἧς
    v.1.p.336
  • ποτὲ μὲν εἰς ὁλόκληρον συνάγοντες τὸν ἀριθμὸν ποιοῦσι τριακοντάδα,
  • ποτὲ δὲ τὸν δωδέκατον ὑφαιροῦντες ψηφίζουσιν ἕνδεκα· ὁμοίως καὶ τὸν δέκατον ποιοῦσιν ἐννέα· ταῦτα δὲ ἐπισυμπλέκοντες καὶ δεκαπλασιάσαντες ἀριθμὸν ἐπιτελοῦσι τῶν
  • ἐνενήκοντα ἐννέα. Ἐπειδὴ δὲ ὁ δωδέκατος αἰὼν καταλείψας
  • τοὺς ἕνδεκα καὶ ἀποστὰς κάτω ἐχώρησε, φάσκουσι κατάλληλον καὶ τοῦτο. Ὁ γὰρ τύπος τῶν γραμμάτων διδάσκει· ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ (??), ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, καὶ κεῖσθαι αὐτὸ κατ᾿ εἰκόνα τῆς ἄνω οἰκονομίας, ἐπειδὴ
  • ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ
  • ἀριθμὸς ἕως τοῦ (??) συντεθειμένος, κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ (??) τὸν ἐνενηκονταεννέα ποιεῖται ἀριθμόν. Ὅτι δὲ τὸ (??) ἑνδεκάτῳ κείμενον τόπῳ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν,
  • καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος
  • τοῦ στοιχείου. Τὸ γὰρ λάμβδα ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον, καὶ εὑρὸν καὶ ἀναρπάσαν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν τοῦ Μ στοιχείου, ἐκ δύο λάμβδα συγκειμένου. Διὸ δὴ καὶ φυγεῖν αὐτοὺς διὰ τῆς
    v.1.p.338
  • γνώσεως τὴν τῶν ἐνενηκονταεννέα χώραν, τουτέστι τὸ ὑστέρημα,
  • τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς ἐνενηκονταεννέα εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα μετέστησε.

    Κατεσκευάσθαι δὲ διὰ τῆς μητρὸς λέγουσι πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖα, ἅ φησιν, πῦρ, ὕδωρ, γῆν, ἀέρα, εἰκόνα

  • προβεβλῆσθαι τῆς ἄνω τετράδος· τάς τε ἐνεργείας αὐτῶν
  • συναριθμοῦντες, οἷον θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, λέγουσιν ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα. Ἑξῆς δὲ ῑ δυνάμεις οὕτω καταριθμοῦσιν· ἑπτὰ σώματα κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν, ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον
  • οὐρανὸν ὀνομάζουσι, πρὸς δὲ τούτοις ἤλιόν τε καὶ σελήνην.
  • Καὶ ταῦτα ῑ ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς
    v.1.p.340
    ἀοράτου δεκάδος, τῆς ἀπὸ λόγου καὶ ζωῆς· τὴν δωδεκάδα [δὲ μηνύεσθαι] διὰ τοῦ ζωδιακοῦ κύκλου καλουμένου. Ταῦτα γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ ἀνθρώπου καὶ τῆς
  • ἐκκλησίας θυγατέρα, δωδεκάδα ἀποσκιάζειν λέγουσι. Καὶ
  • ἐπεὶ ἀντεπεζεύχθη, φησί, τῇ τῶν ὅλων φορᾷ, ὠκυτάτῃ ὑπαρχούσῃ, ὁ ὕπερθεν οὐρανός, ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνου ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὡς ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον
  • ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ ὅρου, τοῦ τὴν τριακοντώνυμον
  • μητέρα αὐτῶν περιέχοντος· τὴν σελήνην τε πάλιν, τὸν οὐρανὸν ἐκπεριερχομένην ἐν τριάκοντα ἡμέραις, διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν αἰώνων ἐκτυποῦν· καὶ τὸν ἥλιον δέ, ἐν δώδεκα μησὶν ἐμπεριεχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν
  • αὐτοῦ ἀποκατάστασιν, τὴν δωδεκάδα φανεροῦν· καὶ αὐτὰς δὲ
  • τὰς ἡμέρας, δώδεκα ὡρῶν τὸ μέτρον ἔχουσας, τύπον τῆς κενῆς
    v.1.p.342
    δωδεκάδος εἶναι· καὶ αὐτοῦ δὲ τοῦ ζωδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα, ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. Οὕτω δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα
  • τῆς συναφείας τῆς δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι
  • λέγουσιν· ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες, καὶ καθ᾿ ἓν ἕκαστον κλίμα ἀνὰ μίαν δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ [καθ᾿] ὁμοίωμα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ κατὰ τὴν ἀπόρροιαν δυνάμει,
  • τύπον [εἶναι] τῆς ἄνω δωδεκάδος.
  • Πρὸς δὲ τούτοις θελήσαντα τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ τὸ ἀΐδιον ἐκτυπῶσαι διὰ τὸ καρπὸν αὐτὸν εἶναι ὑστερήματος, εἰς τοῦτο

  • χρόνους καὶ καιροὺς ἀριθμούς τε πολυετεῖς πρὸς τὸ αἰώνιον
  • αὐτῆς τεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀόρατον. Ἐνταῦθα δὲ λέγουσιν, ἐκφυγούσης
    v.1.p.344
    αὐτὸν τῆς ἀληθείας ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο πληρωθέντων τῶν χρόνων κατάλυσιν λαβεῖν αὐτοῦ τὸ ἔργον.

  • Ταῦτα μὲν οὖν οἱ ἀπὸ τῆς Οὐαλεντίνου σχολῆς περί
  • τε τῆς κτίσεως καὶ περὶ τοῦ παντὸς λέγουσιν, ἑκάστοτε καινότερα ἐπιγεννῶντες, καὶ τοῦτο καρποφορίαν νομίζουσιν, εἴ τις μεῖζον ὁμοίως ἐφευρὼν τερατουργεῖν δόξει. Καὶ ἐκ τῶν γραφῶν ἕκαστα πρὸς τοὺς προειρημένους ἀριθμοὺς ἐφευρίσκοντες
  • σύμφωνα κατηγοροῦσι Μωσέως καὶ τῶν προφητῶν, φάσκοντες
  • ἀλληγορικῶς αὐτοὺς τὰ μέτρα τῶν αἰώνων λέγειν, ἃ παρατιθέναι μοι οὐκ ἔδοξεν, ὄντα φλυαρὰ καὶ ἀσύστατα, ἤδη τοῦ μακαρίου πρεσβυτέρου Εἰρηναίου δεινῶς καὶ πεπονημένως τὰ δόγματα αὐτῶν διελέγξαντος, παρ᾿ οὗ καὶ αὐτῶν ἐφευρήματα
  • [παρειλήφαμεν] ἐπιδεικνύντες, αὐτοὺς Πυθαγορείου φιλοσοφίας
  • καὶ ἀστρολόγων περιεργίας ταῦτα σφετερισαμένους ἐγκαλεῖν Χριστῷ ταῦτα παραδεδωκέναι. Ἀλλ᾿ ἐπεὶ ἱκανῶς νομίζω καὶ τὰ τούτων φλυαρὰ δόγματα ἐκτεθεῖσθαι σαφῶς τε ἐπιδεδεῖχθαι, τίνων εἶεν μαθηταὶ Μάρκος τε καὶ Κολάρβασος, οἱ τῆς Οὐαλεντίνου
  • σχολῆς διάδοχοι γενόμενοι, ἴδωμεν τί λέγει καὶ Βασιλείδης.