Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    v.1.p.346

    Τίς ἡ δόξα Βασιλείδου, καὶ ὅτι τοῖς Ἀριστοτέλους δόγμασι καταπλαγεὶς ἐξ αὐτῶν τὴν αἵρεσιν συνέστησε.

  • Καὶ τίνα Σατορνεῖλος λέγει ὁ Βασιλείδῃ [σχεδὸν]
  • συνακμάσας.

    Πῶς δὲ Μένανδρος ἐπεβάλετο εἰπεῖν ὑπὸ ἀγγέλων τὸν κόσμον γεγονέναι.

    Τίς ἡ Μαρκίωνος ἀπόνοια, καὶ ὅτι τὸ δόγμα αὐτοῦ οὐ

  • καινόν, οὐδὲ ἐξ ἁγίων γραφῶν, ἀλλὰ Ἐμπεδοκλέους τυγχάνει.
  • Πῶς Καρποκράτης ματαιάζει, καὶ αὐτὸς ὑπὸ ἀγγέλων τὰ ὄντα φάσκων γεγενῆσθαι.

    Ὅτι Κήρινθος μηδὲν ἐκ γραφῶν, ἀλλ᾿ ἐκ τῶν Αἰγυπτίοις δοξάντων δόξαν συνεστήσατο.

  • Τίνα τὰ τοῖς Ἐβιωναίοις δοκοῦντα, καὶ ὅτι ἤθεσιν
  • Ἰουδαϊκοῖς μᾶλλον προσέχουσι.

    Πῶς καὶ ὁ Θεόδοτος πεπλάνηται, ἃ μὲν τῶν Ἐβιωναίων ἐρανισάμενος [ἃ δὲ τοῦ Κηρίνθου].

    Καὶ τίνα Κέρδωνι ἔδοξε, καὶ αὐτῷ τὰ Ἐμπεδοκλέους

  • εἰπόντι καὶ κακῶς προβιβάσαντι τὸν Μαρκίωνα.
  • Καὶ πῶς Λουκιανός, μαθητὴς γενόμενος Μαρκίωνος, ἀπηρυθρίασεν ὁμοίως τὸν θεὸν βλασφημῆσαι.

    Οὗ καὶ Ἀπελλῆς γενόμενος μαθητὴς οὐ τὰ αὐτὰ τῷ διδασκάλῳ ἐδογμάτισεν, ἀλλὰ ἐκ φυσικῶν δογμάτων κινηθεὶς

  • τὴν οὐσίαν τοῦ παντὸς ὑπέθετο.
  • Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα ὁρῶντας τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς παραπλεῖν ἐπιζητοῦντας τὸν εὔδιον λιμένα. Τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηριῶδες καὶ δύσβατον, ὡς εἰπεῖν τὸ Σικελιωτικόν,

  • ἐν ᾧ μυθεύεται Κύκλωψ καὶ Χάρυβδις καὶ Σκύλλα . . .
  • καὶ τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι φάσκουσι τὸν Ὀδυσσέα Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν παραξένων θηρίων δεινότητι· διάφορος γὰρ ἡ τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν. Αἱ δὲ Σειρῆνες λιγὺ ᾄδουσαι καὶ μουσικὸν
    v.1.p.348
  • ἠπάτων τοὺς παραπλέοντας, πείθουσαι ἡδείᾳ φωνῇ προσάγειν
  • τοὺς ἀκροωμένους. Τοῦτο μαθόντα φασὶ τὸν Ὀδυσσέα κατακηρῶσαι τὰς ἀκοὰς τῶν ἑταίρων, ἑαυτὸν δὲ τῷ ξύλῳ προσδήσαντα παραπλεῦσαι ἀκινδύνως τὰς Σειρῆνας κατακούσαντα τῆς τούτων ᾠδῆς. Ὃ ποιῆσαι τοῖς ἐντυγχάνουσιν συμβουλὴ [ἐμή],
  • καὶ ἢ τὰ ὧτα κατακηρώσαντας δι᾿ ἀσθένειαν διαπλεῦσαι τὰ
  • τῶν αἱρέσεων δόγματα μηδὲ κατακούσαντας πείθειν εὐκόλως δυνάμενα πρὸς ἡδονήν, ὡς λιγυρὸν ᾆσμα Σειρήνων, ἢ ἑαυτὸν τῷ ξύλῳ Χριστοῦ προσδήσαντα πιστῶς κατακούσαντα μὴ ταραχθῆναι, πεποιθότα ᾧ προσέσφιγκται, καὶ ἑστηκέναι ὀρθῶς.

  • Ἐπειδὴ οὗν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα
  • τὰ πρότερα, δοκεῖ νῦν τὰ Βασιλείδου μὴ σιωπᾷν, ὄντα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. Ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας
  • διὰ τῆς τούτων ἔγγιον ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ
  • ὑπὸ Βασιλείδου ὄντα Ἀριστοτελικὰ σοφιστεύματα.

    Ἀριστοτέλης μὲν οὗν τὴν οὐσίαν διαιρεῖ τριχῶς. Ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος, τὸ δέ τι εἶδος, ὡς ἐκεῖνος λέγει, τὸ δέ τι ἄτομον· ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος, ἀλλὰ

  • φύσει τομὴν ἀναδέξασθαι μηδ᾿ ἥντινα οὗν δυνάμενον. Τὸ δὲ
  • γένος ἐστὶν οἱονεὶ σωρός τις ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, ἀφ᾿ οὗ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη διάκεινται. Καὶ ἔστι τὸ γένος [αἴτι]ον πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. Ἵνα δὲ σαφὲς ἔσται τὸ λεγόμενον,
  • δείξω διά του παραδείγματος, δι᾿ οὗ ἐπὶ τὴν ὅλην τοῦ
  • Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.

    Λέγομεν εἶναι ζῷον ἁπλῶς, οὐχὶ τὶ ζῷον. Ἔστι δὲ τοῦτο τὸ ζῷον οὐ βοῦς, οὐχ ἵππος, οὐκ ἄνθρωπος, οὐ θεός, οὐκ ἄλλο τι τῶν ὁτιδήποτε ἔστι δηλοῦν, ἀλλὰ ἁπλῶς ζῷον.

  • Ἀπὸ τούτου τοῦ ζῴου αἱ πάντων τῶν κατὰ μέρος ζῴων ἰδέαι
  • τὴν ὑπόστασιν ἔχουσι. Καὶ ἔστιν ὑπόστασις τοῖς ζῴοις τοῖς γεγενημένοις
    v.1.p.350
    ἐν εἴδεσι τοῦτο τὸ ἀνείδεον ζῷον καὶ τῶν γεγενημένων οὐδέν. Ἔστι γὰρ ἄνθρωπος ζῷον ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν, καὶ ζῷον ἵππος ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον
  • τὴν ἀρχήν. Ὁ ἵππος καὶ βοῦς καὶ κύων καὶ τῶν ἄλλων
  • ζῴων ἕκαστον ἀπὸ τοῦ ζῴου τοῦ ἁπλοῦ λαμβάνει τὴν ἀρχήν, ὅ ἐστι τούτων οὐδὲ ἕν.

    Εἰ δὲ οὐκ ἔστι τούτων οὐδὲ ἓν ἐκεῖνο τὸ ζῷον, ἐξ οὐκ ὄντων γέγονεν ἡ τῶν γεγενημένων κατὰ Ἀριστοτέλην ὑπόστασις· καὶ γὰρ τὸ ζῷον, ὅθεν ταῦτα ἐλήφθη

  • κατὰ μέρος, ἐστὶν οὐδὲ ἕν· οὐδὲ ἓν δὲ ὂν γέγονε τῶν ὄντων
  • μία τις ἀρχή. Τίς δὲ ὁ ταύτην καταβεβλημένος τὴν οὐσίαν τῶν γεγονότων ὑστερον ἀρχήν, ἐπὶ τὸν οἰκεῖον ἐρχόμενοι τοιούτων λόγον ἐροῦμεν.

    Ἐπειδὴ δὲ ἐστὶν ἡ οὐσία τριχῆ [διῃρημένη], ὡς ἔφην,

  • γένος, εἶδος, ἄτομον, καὶ ἐθέμεθα τὸ γένος εἶναι ζῷον, τὸν δὲ
  • ἄνθρωπον εἶδος τῶν πολλῶν ζῴων ἤδη κεχωρισμένον, συγκεχυμένον δὲ ὅμως ἔτι καὶ μήπω μεμορφωμένον εἰς εἶδος οὐσίας ὑποστατικῆς, ὀνόματι μορφώσας τὸν ἀπὸ τοῦ γένους ληφθέντα ἄνθρωπον ὀνομάζων Σωκράτην, ἢ Διογένην, ἤ τι τῶν πολλῶν
  • ὀνομάτων ἕν, καὶ ἐπειδὰν ὀνόματι καταλάβω τὸν ἄνθρωπον
  • εἶδος γένους γεγενημένον, ἄτομον καλῶ τὴν τοιαύτην οὐσίαν. Ἐτμήθη γὰρ τὸ μὲν γένος εἰς εἶδος, τὸ δὲ εἶδος εἰς ἄτομον, τὸ δὲ ἄτομον ἐπειδὰν γένηται ὀνόματι κατειλημμένον, οὐχ οἷόν τε τμηθῆναι κατὰ φύσιν εἰς ἄλλο τι, ὡς ἐτέμομεν τῶν προλελεγμένων
  • ἕκαστον. Ταύτην Ἀριστοτέλης πρώτως καὶ μάλιστα
  • καὶ κυριώτατα [οὐσίαν καλεῖ], μήτε καθ᾿ ὑποκειμένου τινὸς λεγομένην, μήτε ἐν ὑποκειμένῳ οὖσαν. Καθ᾿ ὑποκειμένου δὲ λέγει, οἱονεὶ τὸ γένος, ὅπερ ἔφην ζῷον κατὰ πάντων τῶν κατὰ μέρος ὑποκειμένων ζῴων, οἱονεὶ βοός, ἵππου καὶ τῶν
  • ἐφεξῆς, κοινῷ ὀνόματι λεγόμενον. Ἀληθὲς γάρ ἐστιν εἰπεῖν,
  • v.1.p.352
    ὅτι ζῷον ἄνθρωπος ἐστὶ καὶ ζῷον ἵππος καὶ ζῷόν ἐστι βοῦς καὶ τῶν ἄλλων ἕκαστον· τουτέστι τὸ καθ᾿ ὑποκειμένου, τὸ ἓν ὂν κατὰ πολλῶν καὶ διαφόρων τοῖς εἴδεσι δυνάμενον ὁμοίως λέγεσθαι. Οὐδὲν γὰρ διαφέρει ἵππος ἀνθρώπου ᾗ ζῷον, οὐδὲ
  • βοῦς· ὅρος γὰρ ὁ τοῦ ζῴου τὸ πᾶσιν ἁρμόζειν τοῖς ζῴοις
  • ὁμοίως λεγόμενον. Τί γάρ ἐστι ζῷον; ἂν ὁριζώμεθα, πάντα τὰ ζῷα κοινὸς καταλήψεται ὅρος. Ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος, αἰσθητική· τοῦτο βοῦς, ἄνθρωπος, ἵππος, τῶν ἄλλων
  • ἕκαστον. Ἐν ὑποκειμένῳ δὲ, φησίν, ἐστίν, ὃ ἔν τινι μὴ ὡς
  • μέρος ὑπάρχον, ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστί, [ὅ ἐστι] τῶν συμβεβηκότων ἕκαστον τῇ οὐσίᾳ, ὃ καλεῖται ποιότης, καθὸ ποιοὶ τινὲς λεγόμεθα, οἷον λευκοί, γλαυκοί, μέλανες, δίκαιοι, ἄδικοι, σώφρονες καὶ τὰ τούτων παραπλήσια. Τούτων
  • δὲ ἓν αὐτὸ καθ᾿ αὑτὸ ἀδύνατόν ἐστι γενέσθαι, ἀλλὰ δεῖ
  • ἔν τινι εἶναι. Εἰ δὲ οὔτε τὸ ζῷον, ὃ κατὰ πάντων λέγω τῶν καθ᾿ ἕκαστα ζῴων, οὔτε τὰ συμβεβηκότα, ἃ ἐν πᾶσιν οἶς συμβέβηκεν εὑρίσκεται, δυνατὸν αὐτὰ καθ᾿ αὑτὰ γενέσθαι, ἐκ τούτων δὲ συμπληροῦται τὰ ἄτομα, ἐκ τῶν οὐκ ὄντων καθέστηκεν
  • ἡ τριχῆ διῃρημένη οὐσία οὐκ ἐξ ἄλλων συνεστῶσα. Πρώτως
  • ἄρα καὶ κυριώτατα καὶ μάλιστα λεγομένη οὐσία εἰ ἐκ τούτων ὑπάρχει, ἐξ οὐκ ὄντων κατὰ τὸν Ἀριστοτέλην ἐστίν.

    Ἀλλὰ περὶ μὲν τῆς οὐσίας ἀρκέσει τὰ λεγόμενα νῦν. Οὐ μόνον δὲ ἡ οὐσία καλεῖται γένος, εἶδος, ἄτομον, ἀλλὰ καὶ

  • ὕλη καὶ εἶδος καὶ στέρησις. Διαφέρει δὲ οὐδὲν ἐν τούτοις
  • μενούσης τῆς τομῆς. Τοιαύτης δὲ οὔσης τῆς οὐσίας, ἔστιν ἡ τοῦ κόσμου διαταγὴ γεγενημένη κατ᾿ αὐτὸν τοιοῦτόν τινα τρόπον. Ὁ κόσμος ἔστι κατὰ Ἀριστοτέλην διῃρημένος εἰς μέρη πλείονα καὶ [διάφορα· καὶ] ἔστι τοῦ κόσμου μέρος τοῦθ᾿, ὅπερ
  • ἐστὶν ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, ἀπρονόητον, ἀκυβέρνητον,
  • ἀρκούμενον μόνῃ τῇ φύσει τῇ ἑαυτοῦ, τὸ δὲ μετὰ τὴν σελήνην ἐν πάσῃ τάξει καὶ προνοίᾳ καὶ κυβερνήσει τεταγμένον, μέχρι τῆς ἐπιφανείας τοῦ οὐρανοῦ· ἡ δὲ ἐπιφάνεια, πέμπτη
    v.1.p.354
    τις οὖσα οὐσία, φυσικῶν ἀπηλλαγμένη στοιχείων πάντων, ἀφ᾿
  • ὧν ὁ κόσμος τὴν σύστασιν ἔχει; καὶ ἔστιν αὕτη τις ἡ πέμπτη
  • κατὰ τὸν Ἀριστοτέλην οὐσία, οἱονεὶ οὐσία τις ὑπερκόσμιος. Καὶ γέγονεν αὐτῷ κατὰ τὴν διαίρεσιν τοῦ κόσμου καὶ ὁ τῆς φιλοσοφίας διῃρημένος λόγος. Φυσικὴ γάρ τις ἀκρόασις αὐτῷ γέγονεν, ἐν ᾗ πεπόνηται περὶ τῶν φύσει καὶ οὐ προνοίᾳ διοικουμένων
  • ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης πραγμάτων. Γέγονε
  • δὲ αὐτῷ καὶ μετὰ τὰ φυσικὰ περὶ τῶν μετὰ σελήνην ἰδία τις ἄλλη οὕτως ἐπιγραφομένη πραγματεία λόγων· γέγονε δὲ αὐτῷ περὶ πέμπτης οὐσίας ἴδιος λόγος, ὅς ἐστιν αὐτῷ θεολογούμενος. Τοιαύτη τις καὶ ἡ διαίρεσις τῶν ὅλων, ὡς τύπῳ περιλαβεῖν,
  • [καὶ τῆς] κατὰ Ἀριστοτέλην φιλοσοφίας. Ὁ δὲ περὶ
  • ψυχῆς αὐτῷ λόγος ἐστὶν ἀσαφής. Ἐν τρισὶ γὰρ συγγράμμασιν ὅλοις οὐκ ἔστιν εἰπεῖν σαφῶς, ὅ, τι φρονεῖ περὶ ψυχῆς Ἀριστοτέλης. Ὃν γὰρ ἀποδίδωσι τῆς ψυχῆς ὅρον ἔστιν εἰπεῖν ῥᾴδιον, τὸ δὲ ὑπὸ ὅρου δεδηλωμένον ἐστὶ δυσεύρετον. Ἔστι
  • γὰρ, φησί, ψυχὴ φυσικοῦ σώματος ὀργανικοῦ ἐντελέχεια, ἣ τίς
  • ποτέ ἐστι, λόγων [πάνυ πολλῶν] δεῖται καὶ μεγάλης ζητήσεως. Ὁ δὲ θεός, ὁ πάντων τούτων τῶν ὄντων καλῶν αἴτιος, οὗτος τῆς ψυχῆς ἔστι καὶ μακροτέρῳ λόγῳ θεωροῦντι γνωσθῆναι χαλεπώτερος. Ὁ δὲ ὅρος, ὃν Ἀριστοτέλης ἀποδίδωσι περὶ τοῦ
  • θεοῦ, χαλεπὸς μὲν οὐκ ἔστι γνωσθῆναι, νοηθῆναι δέ ἐστιν
  • ἀμήχανος. Νόησις γάρ, φησίν, ἔστι νοήσεως, ὅπερ ἔστι παντάπασιν οὐκ ὄν. Ὁ δὲ κόσμος ἄφθαρτος, ἀΐδιος κατὰ Ἀριστοτέλην ἐστίν· οὐδὲν γὰρ ἔχει πλημμελὲς ἐν αὐτῷ, προνοίᾳ καὶ φύσει κυβερνώμενος. Καταβέβληται δὲ Ἀριστοτέλης οὐ μόνον
  • περὶ φύσεως καὶ κόσμου καὶ προνοίας καὶ θεοῦ λόγους, ἀλλ(??)
  • γὰρ γέγονεν αὐτῷ καὶ πραγματεία λόγων τις ἠθικῶν, ἐπιγράφει δὲ ταῦτα ἠθικὰ βιβλία, δι᾿ ὧν σπουδαῖον ἐκ φαύλου τὸ τῶν ἀκροωμένων ἦθος ἐργάζεται. Ἐὰν [οὖν] ὁ Βασιλείδης εὑρεθῇ μὴ τῇ δυνάμει μόνῃ ἀλλὰ καὶ τοῖς λόγοις αὐτοῖς καὶ
  • τοῖς ὀνόμασι τὰ τοῦ Ἀριστοτέλους δόγματα εἰς τὸν εὐαγγελικὸν
  • καὶ σωτήριον ἡμῶν λόγον μεθαρμοζόμενος, τί λείψει, ἢ τὰ
    v.1.p.356
    ἀλλότρια ἀποδόντας ἐπιδεικνύναι τοῖς τούτου μαθηταῖς, ὅτι ἐθνικοὺς ὄντας αὐτοὺς Χριστὸς οὐδὲν ὠφελήσει;

    Βασιλείδης τοίνυν καὶ Ἰσίδωρος, ὁ Βασιλείδου παῖς

  • γνήσιος καὶ μαθητής, φασὶν εἰρηκέναι Ματθίαν αὐτοῖς λόγους
  • ἀποκρύφους, οὓς ἤκουσε παρὰ τοῦ σωτῆρος κατ᾿ ἰδίαν διδαχθείς. Ἴδωμεν οὗν πῶς καταφανῶς Βασιλείδης ὁμοῦ καὶ Ἰσίδωρος καὶ πᾶς ὁ τούτων χορὸς οὐχ ἁπλῶς καταψεύδεται μόνου Ματθίου, ἀλλὰ γὰρ καὶ τοῦ σωτῆρος αὐτοῦ. Ἤν, φησίν, ὅτε
  • ἦν οὐδέν, ἀλλ᾿ οὐδὲ τὸ οὐδὲν ἦν τι τῶν ὄντων, ἀλλὰ ψιλῶς
  • καὶ ἀνυπονοήτως δίχα παντὸς σοφίσματος ἦν ὅλως οὐδὲ ἕν. Ὅταν δὲ λέγω, φησί, τὸ ἦν, οὐχ ὅτι ἦν λέγω, ἀλλ᾿ ἵνα σημάνω τοῦτο ὅπερ βουλομαι δεῖξαι, λέγω, φησίν, ὅτι ἦν ὅλως οὐδέν. Ἔστι γάρ, φησίν, ἐκεῖνο οὐχ ἁπλῶς ἄρρητον, ὃ ὀνομάζεται·
  • ἄρρητον γοῦν αὐτὸ καλοῦμεν, ἐκεῖνο δὲ οὐδὲ ἄρρητον· καὶ γὰρ
  • τὸ οὐδ᾿ ἄρρητον οὐκ ἄρρητον ὀνομάζεται, ἀλλὰ ἔστι, φησίν, ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου. Οὐδὲ γὰρ τῷ κόσμῳ, φησίν, ἐξαρκεῖ τὰ ὀνόματα, οὕτως ἐστὶ πολυσχιδής, ἀλλὰ ἐπιλέλοιπε· καὶ οὐ δέχομαι, φησί, κατὰ πάντων εὑρεῖν κυρίως
  • ὀνόματα, ἀλλὰ δεῖ τῇ διανοίᾳ αὐτοῖς ὀνόματα τῶν ὀνομαζομένων
  • τὰς ἰδιότητας ἀρρήτως ἐκλαμβάνειν. Ἡ γὰρ ὁμωνυμία ταραχὴν ἐμπεποίηκε καὶ πλάνην τῶν πραγμάτων τοῖς ἀκροωμένοις. Τοῦτο πρῶτον σφετέρισμα καὶ κλέμμα τοῦ Περιπάτου λαβόντες ἀπατῶσι τὴν ἄνοιαν τῶν συναγελαζομένων ἅμα αὐτοῖς·
  • πολλαῖς γὰρ γενεαῖς Ἀριστοτέλης Βασιλείδου γεγενημένος
  • πρότερος τὸν περὶ τῶν ὁμωνύμων ἐν ταῖς κατηγορίαις καταβέβληται λόγον, ὃν ὡς ἴδιον οὗτοι καὶ καινὸν τινὰ καὶ τῶν Ματθίου λόγων κρυφίων τινα ἕνα διασαφοῦσιν.

    v.1.p.358