Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Τοῖς δὲ ἀμνοὺς ἀποτέμνεσθαι τὰς κεφαλὰς ἑαυτῶν ποιοῦσιν οὗτος ὁ τρόπος. Κρύβδην καυστικῷ φαρμάκῳ χρίσας

  • τὸν φάρυγγα ἐᾷ παραθεὶς τὸ ξίφος· ὁ δὲ κνήθεσθαι θέλων
  • προσπεσὼν τῇ μαχαίρᾳ θλίβων σφάζεται καὶ μικροῦ δεῖν ἀποτέμνει τὴν κεφαλήν. Ἔστι δὲ τὸ φάρμακον βρυωνία καὶ ἀδάρκη καὶ σκίλλα κατ᾿ ἴσον μεμιγμένα. Ἵνα δὲ λάθῃ φέρων τὸ φάρμακον, φέρει πυξίδα διπλῆν κερατίνην, ἧς τὸ φανερὸν μέρος
  • ἔχει λιβανωτόν, τὸ δὲ ἀφανὲς φάρμακον· ἀλλὰ καὶ τοῖς ὠσὶ
  • τοῦ τεθνηξομένου ἐμβάλλει ὑδράργυρον· ἔστι δὲ θανατηφόρον φάρμακον.

    Αἰγῶν δὲ κἄν ἐπιπλάσῃ τις κηρωτῇ τὰς ἀκοάς, φασὶ θνήσκειν μετ᾿ ὀλίγον ἀναπνεῖν κωλυομένας· ὁδὸν γὰρ αὐταῖς

  • ταύτην εἶναι λέγουσι τοῦ δι᾿ ἀναπνοῆς ἑλκομένου πνεύματος.
  • Κριὸν δὲ θνήσκειν φασίν, εἰ κατ᾿ ἄντικρύς τις ἀνακλάσειεν ἡλίου. Οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον τοῦ καλουμένου δακτύλου. Καὶ τὸ διὰ τῆς ἅλμης δὲ πάνυ χρήσιμον. Ἔστι δὲ ἀφρὸς θαλάσσης ἐν ὀστρακίνῳ στάμνῳ
  • μετὰ γλυκέων ἡψημένος, ᾧ ζέσαντι λύχνον ἐὰν προσάγῃς καιόμενον,
  • ἁρπάσαν τὸ πῦρ ἐξάπτεται, καὶ καταχυθὲν τῆς κεφαλῆς οὐ καίει τὸ σύνολον. Εἰ δὲ καὶ μαννῇ ἐπιπάσσεις ζέοντι, πολλῷ μᾶλλον ἐξάπτεται. Βέλτιον δὲ δρᾷ, εἰ καὶ θείου τι προςλάβοι.

  • Βροντὴ γίνεται τρόποις πλείοσι· λίθοι τε γὰρ πλείονες
  • καὶ μείζονες κατὰ κρημνῶν φερόμενοι διὰ σανίδων ἐπικαταπίπτουσι χαλκοῖς ἐλάσμασι καὶ βροντῇ παραπλήσιον τελοῦσι
    v.1.p.96
    ψόφον. καὶ σανίδα δὲ λεπτήν, ᾗπερ οἱ γναφεῖς τὴν ἐσθῆτα πιέζουσι, σχοινίῳ λεπτῷ περιειλήσαντες, εἶτα ῥοίζῳ τὴν σχοῖνον
  • ἐπισπώμενοι ῥομβοῦσι τὴν σανίδα, ἡ δὲ δονουμένη ἦχον βροντῆς
  • ἀπεργάζεται. Ταῦτα μὲν οὕτως παίζεται. Ἕτερα δὲ ἃ καὶ αὐτὰ οἱ παιζόμενοι ὡς μεγάλα νομίζουσιν ἐκθήσομαι. Πίσσης λέβητα μεστὸν ἐπ᾿ ἀνθράκων καιομένων τιθέντες, ἐπὰν βράσῃ, καθιέντες τὰς χεῖρας οὐ καίονται· ἀλλὰ καὶ ἐπὶ ἀνθράκων πυρὸς
  • περιπατοῦντες γυμνοῖς ποσὶν οὐ καίονται· ἀλλὰ καὶ πυραμίδα
  • λιθίνην θεὶς ἐπὶ πυρὰν καίεσθαι ποιεῖ· ἔκ τε τοῦ στόματος πολὺν καπνὸν προφέρει καὶ πυρώδη· εἶτα καὶ σινδόνα ἐπιθεὶς ἐπὶ λεκάνῃ ὕδατος, πολλοὺς ἐπιβαλὼν ἄνθρακας καιομένους ἄκαυστον φυλάττει τὴν σινδόνα· σκότος δὲ ἐν οἴκῳ ποιήσας
  • ἐπεισάγειν φάσκει θεοὺς ἢ δαίμονας, καὶ εἴ πη ἀπαιτεῖ
  • τις Ἀσκληπιὸν δεικνύναι, ἐπικαλεῖται οὕτως λέγων· Υἷα πάλαι φθίμενον, πάλιν ἄμβροτον, Ἀπόλλωνος κικλῄσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν· ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα,
  • Ταρτάρου εὐρώεντος ἀεικλαύτοισι μελάθροις
  • δύσνοστον πλώοντα ῥόον, κελαδόν τε δίαυλον πᾶσιν ἴσον τελέσαντ᾿ ἄνδρεσσι [κατα]θνήτοισιν, λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα, αὐτὸς ἀμειδήτοιο ἐρύσαο Φερσεφονείης·
  • εἴτ᾿ ἐφέπεις Τρίκης ἱερῆς ἕδος, εἴτ᾿ ἐρατεινὴν
  • Πέργαμον, εἴτ᾿ ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον, δεῦρο, μάκαρ, καλέει σε μάγων [πρόμος] ὧδε [παρεῖναι].

    Ἐπὰν δὲ χλευάζων λήξῃ, φαίνεται κατὰ τοῦ ἐδάφους πυρώδης Ἀσκληπιός. Εἶτα θεὶς ἐν μέσῳ λεκάνην πλήρη ὕδατος

    v.1.p.98
  • πάντας καλεῖ τοὺς θεοὺς καὶ παραγίνονται. Ἐγκύψας γὰρ
  • ὁ παρὼν ἐν τῇ λεκάνῃ ὄψεται πάντας καὶ τὴν Ἄρτεμιν ἅμα σκύλακας ὑλακτοῦντας ἄγουσαν. Οὐκ ὀκνήσομεν δὲ καὶ τούτων τὴν ἱστορίαν ὡς ἐπιχειροῦσι διηγήσασθαι. Τῷ γὰρ λέβητι τῆς πίσσης ὡς ἐμβράσσοντι καθίησι τὰς χεῖρας· ὄξος δὲ καὶ νίτρον
  • ἐμβαλὼν καὶ πίσσαν ὑγρὰν ὑποκαίει τὸν λέβητα· τὸ δὲ ὄξος
  • ἄμα τῷ νίτρῳ μιγὲν ἀντιλαμβανόμενον θέρμης μικρᾶς κινεῖ τὴν πίσσαν ὡς μέχρι τῆς ἐπιφανείας κινεῖν πομφόλυγας καὶ φαντασίαν μόνην παρέχειν ζέοντος· φθάνει δὲ καὶ τὰς χεῖρας πολλάκις ἅλμῃ νιψάμενος, διὸ οὐ πάνυ τι καίει, κἂν ἀληθῶς ζέῃ·
  • εἰ δὲ μυρσίνῃ καὶ νίτρῳ καὶ σμύρνῃ μετ᾿ ὄξους μίξας ἐπιχρίσας
  • ἀπονίψει τὰς χεῖρας ἅλμῃ πλειστάκις, οὐ καίεται· τοὺς δὲ πόδας οὐ καίεται ἰχθυοκόλλᾳ καὶ σαλαμάνδρᾳ χρισάμενος. Τὸ δὲ τὴν πυραμίδα καίεσθαι δᾳδίου δίκην, οὖσαν λίθον, αὕτη αἰτία. Γῆ μέν ἐστι Κρητικὴ τὸ μὲν σχῆμα πεπλασμένη
  • πυραμίς, τὸ δὲ χρῶμα ὡς λίθος γαλακτικός, κατασκευάζεται
  • δὲ τοῦτον τὸν τρόπον· βρέξας ἐλαίῳ πλείονι τὴν βῶλον, θεὶς ἐπ᾿ ἀνθράκων, ὀπτήσας καὶ πάλιν βρέξας καὶ καύσας δεύτερον καὶ τρίτον καὶ πολλάκις καίεσθαι δύνασθαι παρασκευάζει, κἂν ὕδατι βραχῇ· ἔχει γὰρ ἐν ἑαυτῷ πολὺ τὸ ἔλαιον· ἀνάπτεται
  • δὲ δι᾿ αὐτοῦ, τοῦ μάγου σπεύδοντος, ἡ πυρὰ τίτανον ὑποκαιομένην
  • ἔχουσα ἀντὶ σποδιᾶς καὶ λιβανωτὸν λεπτὸν καὶ πολὺν . . . καὶ δᾳδίων κεχρισμένων αὐτορρύτων κηκίδων τε κενῶν ἔνδον πῦρ ἐχουσῶν· καπνὸν δὲ ἐκ τοῦ στόματος ἀνίει ἐγχρονίσας καὶ πῦρ κηκῖδι ἐμβαλὼν καὶ τῷ στυπείῳ συμπεριβαλὼν
  • καὶ φυσῶν ἐν τῷ στόματι. τό γε μὴν περικείμενον τῇ λεκάνῃ
  • σινδόνιον, ἐφ᾿ ὅ τίθησι τοὺς ἄνθρακας, διὰ τὴν ὑποκειμένην ἅλμην οὐκ ἐκαίετο, καὶ αὐτὸ δὲ ἦν ἅλμῃ προβεβρεγμένον, εἶτα κεχρισμένον ᾠοῦ τὸ λευκὸν μεθ᾿ ὑγρᾶς στυπτηρίας. Εἰ δὲ καὶ
  • χυλὸν ἀειζώου τις τούτοις μετ᾿ ὄξους ἐπιμίξειε καὶ πρὸ πολλοῦ
  • σφόδρα καταχρίσαι χρόνου, βαφὲν τῷ φαρμάκῳ μένει παντελῶς ἄκαυστον.

    Ἐπεὶ μὲν οὖν τῶν παρ᾿ αὐτοῖς ἀπορρήτων μαθημάτων συντόμως τὰς δυνάμεις ἐξεθέμεθα εὔκολόν τε τὴν μέθοδον

    v.1.p.100
  • αὐτῶν κατὰ γνῶσιν ἐδείξαμεν, οὐδὲ τοῦτο σιωπᾶν βουλόμεθα
  • ὂν ἀναγκαῖον, ὡς σφραγῖδας λύοντες ἐσφραγισμένα τὰ γράμματα αὐταῖς ταῖς σφραγῖσιν ἀποδιδόασι· πίσσαν καὶ ῥητίνην καὶ θεῖον, ἔτι δὲ ἄσφαλτον ἶσα τήξαντες κολλυρίου σχήματι πλάσαντες φυλάττουσι· καιρὸς δὲ ὅταν ᾖ λύειν γραμματίδιον,
  • τὴν γλῶσσαν ἐλαίῳ δεύσαντες, εἶτα ἐξ αὐτῆς τὴν σφραγῖδα
  • χρίσαντες, πυρὶ συμμέτρῳ τὸ φάρμακον θερμάναντες ἐπιφέρουσι τῇ σφραγῖδι καὶ μέχρι ἂν παγῇ παντελῶς ἐῶσι, καὶ τούτῳ δίκην σημάντρου χρῶνται. Φασὶ δὲ καὶ αὐτὸν κηρὸν μετὰ πευκίνης ῥητίνης τὸ παραπλήσιον ποιεῖν καὶ μαστίχης μέρη δύο
  • μετὰ ξηρᾶς ἀσφάλτου μέρους. Καὶ θεῖον δὲ μόνον ἐπιεικῶς
  • ποιεῖ καὶ γύψου δὲ ἄνθος μεθ᾿ ὕδατος διειμένον καὶ κόμμεως, τοῦτο μὲν δὴ καὶ πρὸς τὸ σφραγῖσαι μόλιβδον τετηκότα ποιεῖ κάλλιστα. Καὶ τὸ διὰ τοῦ τυρρηνικοῦ δὲ κηροῦ καὶ ῥητίνης φορυκτῆς καὶ πίσσης καὶ ἀσφάλτου [καὶ] μαστίχης καὶ λείας
  • μαρμάρου, ἴσων ἁπάντων ἑψομένων, τῶν μὲν ἄλλων ὧν ἔφην
  • ἐστὶ μὲν βέλτιον, τὸ δὲ διὰ τῆς γύψου οὐκ ἔλαττον. Οὕτως μὲν οὗν καὶ τὰς σφραγῖδας λύειν ἐπιχειροῦσι τὰ ἔνδον γεγραμμένα μανθάνειν πειρώμενοι. Ταύτας δὲ ὤκνουν τὰς μηχανὰς κατατάξαι ἐν τῇ βίβλῳ, ἐνορῶν μὴ ποτέ τις κακοῦργος ἀφορμὰς
  • λαβὼν ἐπιχειρήσει· νῦν δὲ ἡ πολλῶν δυναμένων σωθῆναι
  • νέων φροντὶς ἔπεισε διδάξαι καὶ προειπεῖν φυλακῆς ἕνεκεν· ὡς γὰρ χρήσεταί τις αὐταῖς πρὸς κακοῦ μάθησιν, οὕτω τις ἕτερος μαθὼν φυλάξεται, καὶ αὐτοὶ δὲ οἱ τοῦ βίου λυμεῶνες μάγοι αἰσχυνθήσονται τῇ τέχνῃ χρώμενοι. Μαθόντες δὲ ἀφ᾿ ἡμῶν
  • ταῦτα προ[διδαχθέντα] ἐμποδισθήσονται τυχὸν τῆς ἀπονοίας.
  • Ἵνα δὲ μὴ λύηται ταύτῃ ἡ σφραγίς, στέαρ ὕειον καὶ τρίχας τῷ κηρῷ τις μίξας σφραγιζέτω.

    Ἀλλ᾿ οὐδὲ τὴν λεκανομαντείαν αὐτῶν οὖσαν πανούργημα σιωπήσομαι. Οἴκημα γάρ τι κεκλεισμένον σκευάσαντες καὶ

    v.1.p.102
  • κυανῷ τὸν ὄροφον χρίσαντες εἰς δὴ τὸ παρὸν ἐπάγονται σκεύη
  • τινὰ κυάνεα καὶ ἀνατείνουσι, μέση δὲ λεκάνη κατὰ τῆς γῆς ὕδατος μεστὴ τίθεται, ἣ τὴν ἀντανάκλασιν τῆς κυανοῦ προςπεσοῦσαν δίκην οὐρανοῦ ἐνδείκνυσιν. Ἔχει δὲ καὶ στόμιόν τι τὸ ἔδαφος λεληθός, ᾧ ἐπικειμένη ἡ λεκάνη τὸν μὲν πυθμένα
  • ἔχει ὑάλου, αὐτὴ δὲ ἐστὶ πετρίνη, ὕπεστι δὲ οἶκος λεληθώς,
  • εἰς ὃν συμπορευόμενοι οἱ συμπαῖκται σχήματα ὧν ἂν βούληται δεικνύναι ὁ μάγος θεῶν καὶ δαιμόνων ἐνδυσάμενοι ἐμφαίνουσιν, οὕς καθορῶν ὁ πλανώμενος τὸ πανούργημα καταπέπληγε τῶν μάγων, καὶ λοιπὸν πάντα πιστεύει τὰ ὑπ᾿ αὐτοῦ ῥηθησόμενα.
  • Δαίμονα δὲ ποιεῖ καίεσθαι, ἐν τοίχῳ διατυπώσας σχῆμα ὃ βούλεται,
  • εἶτα λαθραίως ἐπιχρίει φαρμάκῳ μεμιγμένῳ τῷδε τῷ τρόπῳ· . . . λακωνικῷ καὶ ἀσφάλτῳ ζακυνθίᾳ, εἶτα ὡς ἀποφοιβάζων τὴν λαμπάδα προσφέρει τῷ τοίχῳ. Τὸ δὲ φάρμακον ἐκλάμψαν καίεται. Ἑκάτην δὲ δοκεῖν ἔμπυρον διατρέχειν ἐν
  • ἀέρι οὕτω τεχνάζεται· συμπαίκτην τινὰ κρύψας ἐν τόπῳ ᾧ
  • βούλεται, παραλαβὼν τοὺς πλανωμένους πείθει λέγων δείξειν διιππεύουσαν δι᾿ ἀέρος ἔμπυρον τὴν δαίμονα, οἷς παραγγέλλει τὰς ὄψεις ταχὺ φυλάσσεσθαι ἡνίκα ἴδωσιν ἐν ἀέρι τὴν φλόγα, καλυψαμένους τε ἐπὶ πρόσωπον πίπτειν, ἕως αὐτὸς καλῇ, καὶ
  • ταῦτα διδάξας ἐν ἀσελήνῳ νυκτὶ δι᾿ ἐπῶν οὕτως φθέγγεται·
  • Νερτερίη χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ, εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτεροφοῖτι· ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη, χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ,
  • ἀν νέκυας στείχουσα κατ᾿ ἠρία τεθνηώτων,
  • αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα, Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε, ἔλθοις εὐάντητος ἐφ᾿ ἡμετέρῃσι θυηλαῖς.

    Ταῦτ᾿ εἰπόντος αὐτοῦ πῦρ δι᾿ ἀέρος βλέπεται φερόμενον,

  • οἱ δὲ φρίξαντες τὸ παράδοξον τῆς θέας καλύψαντες
  • τοὺς ὀφθαλμοὺς ἐπὶ γῆς ῥιπτοῦνται ἄναυδοι. Τὸ δὲ τῆς τέχνης
    v.1.p.104
    μέγεθος τοῦτον ἔχει τὸν τρόπον· ὁ συμπαίκτης, ὃν ἔφην κεκρυμμένον, ἡνίκα ἀκούσῃ παυσαμένης τῆς ἐπαοιδῆς, ἔχων ἴκτινα ἢ γῦπα περιειλημμένον στυπείῳ ἀνάψας ἀπολύει. Ὁ δὲ ὑπὸ
  • τῆς φλογὸς ταρασσόμενος εἰς ὕψος ἐπαίρεται καὶ ὀξυτέραν τὴν
  • πτῆσιν ποιεῖται· ὃ ἰδόντες οἱ μάταιοι ὥς τι θεῖον ἑωρακότες κρύπτονται. Τὸ δὲ πτηνὸν περιδινούμενον ὑπὸ τοῦ πυρὸς οὗ ἂν φθάσῃ καταφέρεται· καὶ ποτὲ μὲν οἰκίας καταφλέγει, ποτὲ δὲ καὶ αὐλάς. Τοιαύτη ἡ μάγων πρόγνωσις.

  • Σελήνην δὲ ἐν ὀρόφῳ φαίνεσθαι δεικνύουσι καὶ ἀστέρας
  • τοῦτον τὸν τρόπον· ἐν μέσῳ τῆς ὀρο(??) μέρει προσαρμόσας κάτοπτρον, τιθεὶς λεκάνην ὕδατος μεστὴν ἐν τῷ μέσῳ τῆς γῆς κατ᾿ ἴσον, λύχνον δὲ μέσον φαίνοντα ἀμαυρὸν μετεωρότερον τῆς λεκάνης θείς, οὕτως ἐκ τῆς ἀντανακλάσεως ἀποτελεῖ σελήνην
  • φαίνεσθαι διὰ τοῦ κατόπτρου· ἀλλὰ καὶ τύμπανον πολλάκις
  • ὑφ᾿ ὑψηλοῦ πόρρωθεν ὄρθριον περιβαλὼν ἐσθῆτι τινί, σκεπόμενον ὑπὸ τοῦ συμπαίκτου, ἵνα μὴ πρὸ καιροῦ φανῇ, κατόπιν θεὶς λύχνον, ἐπὰν τὸ σύνθημα παράσχῃ τῷ συμπαίκτῃ, τοσοῦτον ἀφαιρεῖ τοῦ σκεπάσματος, ὅσον ἂν συνεργῆσαι τὸ προςμίμημα
  • κατὰ τὸν καιρὸν τῆς σελήνης τὸ σχῆμα. Χρίει δὲ τὰ
  • διαφαίνοντα τοῦ τυμπάνου μέρη κινναβάρει καὶ κόμμι . . . . . . καὶ τῆς ἐτυμολογικῆς δὲ λαγήνου περικόψας τὸν τράχηλον καὶ τὸν πυθμένα, ἐνθεὶς λύχνον καὶ περιθείς τι τῶν ἐπιτηδείων πρὸς τὸ διαυγεῖν σχῆμα, τὰς ἐφ᾿ ὑψηλοῦ κρύβδην ὑπό τινος
  • σκέπην τις τῶν συμπαικτῶν, μετὰ τὸ λαβεῖν τὸ σύνθημα ἐκ
  • μετεώρου καταχεῖ τὰ μηχανήματα, ὥστε δοκεῖν ἐξ οὐρανοῦ κατιέναι τὴν σελήνην. Τὸ δὲ ὅμοιον καὶ διὰ χύτρας γίνεται ἐν ὑλώδεσι τόποις. Διὰ δὲ τῆς χύτρας καὶ τὰ κατ᾿ οἶκον παίζεται. Βωμοῦ γὰρ κειμένου κατόπιν κεῖται ἡ χύτρα ἔχουσα λύχνον
  • φαίνοντα· ὄντων δὲ πλειόνων λύχνων οὐδὲν τοιοῦτον δείκνυται.
  • Ἐπὰν οὖν ἐπικαλέσηται ὁ ἐπαοιδὸς τὴν σελήνην, πάντας κελεύει τοὺς λύχνους σβέννυσθαι, ἕνα δὲ ἀμαυρὸν καταλιπεῖν, καὶ τότε ἀντανακλᾷ τὸ φῶς τὸ ἐκ τῆς χύτρας εἰς τὸν ὄροφον καὶ παρέχει
  • φαντασίαν σελήνης τοῖς παροῦσιν, ἐπισκεπασθέντος τοῦ στόματος
  • τῆς χύτρας πρὸς ὃ ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ, ὡς μηνοειδῆ δείκνυσθαι ἐν τῷ ὀρόφῳ τὴν φαντασίαν.

    v.1.p.106

    Ἀστέρας δὲ εἶναι δοκεῖν ποιοῦσι θρισσῶν ἢ ἱππούρου φολίδες ὕδατι μετὰ κόμμεως δεδευμέναι καὶ προσπεπλασμέναι

  • τῷ ὀρόφῳ κατὰ διαλείμματα.
  • Σεισμοῦ δὲ φαντασίαν ποιοῦσιν, ὡς δοκεῖν πάντα κινεῖσθαι, κόπρον ἰχνεύμονος ἅμα τῇ σιδηραγωγούσῃ λίθῳ ἐπ᾿ ἀνθράκων πυρουμένην. . .

    Ἧπαρ δὲ δοκοῦν ἐγγεγραμμένον δεικνύουσι· τῇ μὲν

  • ἀριστερᾷ χειρὶ ἐπιγράφει ὃ βούλεται πρὸς τὴν πύστιν ἁρμοσάμενος,
  • τὰ δὲ γράμματα κηκῖδι καὶ ὄξει δριμεῖ γράφεται. Ἔπειτα ἀνελόμενος τὸ ἧπαρ ἐπαναπαύσας τῇ ἀριστερᾷ ἐγχρονίζει, τὸ δὲ σπᾷ τὸν τύπον καὶ ὡς γεγράφθαι νομίζεται.