Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἐν Λέοντι τύπος· κεφαλῇ στρογγύλῃ, τριχὶ ὑποπύρρῳ, μετώπῳ μεγάλῳ ῥυσῷ, ὠτίοις παχέσι, τραχηλιῶται, ἐπὶ μέρει ὑποφάλακροι,

  • πυρροί, ὀφθαλμοῖς γλαυκοῖς, μεγάλαις γνάθοις, στόματι παχεῖ, τοῖς ἐπάνω μέρεσι παχεῖς, στήθει μεγάλῳ, τοῖς ὑποκάτω
  • μέλεσι λεπτοῖς· οἱ αὐτοὶ φύσεως· ἰδίας ἀποφάσεως, ἀσυγκέραστοι, ἀρέσκοντες ἑαυτοῖς, ὀργίλοι, θυμώδεις, καταφρονηταί, αὐθάδεις, μηδὲν βουλευόμενοι, ἄναλοι, κακόσχολοι, συνήθεις,
  • εἰς πράγματα ἀφροδισιακὰ ἐκκεχυμένοι, μοιχοί, ἀναιδεῖς,
  • πίστει ἀναληθεῖς, αἰτηταί, τολμηροί, σκνιφοί, ἅρπαγες, ἀξιόλογοι, εἰς κοινωνίαν ὠφέλιμοι, εἰς φιλίαν ἀνωφελεῖς.

    Ἐν Παρθένῳ τύπος· ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀφρύσι συντεθειμέναις, ἱλαροῖς,

  • κολυμβῶσιν. Εἰσὶ δὲ λεπτοὶ σώματι, ὑπὸ δὲ τοῦ ὄψει καλοῦ,
  • τριχὶ καλῶς συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προάλει. Οἱ αὐτοὶ φύσεως· εὐμαθεῖς, μέτριοι, ἐννοηταί, παιγνιώδεις, λόγιοι, βραδυλαλοῦντες, πολλὰ βουλευόμενοι, πρὸς χάριν εὐπαραίτητοι, ἡδέως πάντα παρατηροῦντες, καὶ μαθηταὶ εὐφυεῖς,
  • ἃ ἔμαθον κρατοῦσι, μέτριοι, ἐξουθενηταί, παιδεράσται, συνήθεις,
  • ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες ἐν ἄλλοις ἢ τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.

    Ἐν Ζυγῷ τύπος· τριχὶ λεπτῇ προαλεῖ, ὑποπύρρῳ,

  • ὑπομήκει· μετώπῳ ὀξεῖ, ῥυσῷ, ὀφρύσι καλαῖς, συντεθειμέναις,
  • ὀφθαλμοῖς· καλοῖς, κόραις μέλασιν, ὠτίοις μακροῖς, λεπτοῖς, κεφαλῇ ἐπικεκλιμένῃ, στόματι μακρῷ. Οἱ αὐτοὶ φύσεως· νοοῦντες, θεοὺς τιμῶντες, ἀλλήλοις καταλαλοῦντες, ἔμποροι, κοπιαταί,
    v.1.p.86
    πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι
  • νοήσει, ἀληθεῖς, ἐλευθερόγλωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς,
  • ψεῦσται, συνήθεις, ἀμελεῖς· [τούτοις οὐκ ἐμποιεῖ ἀδίκως ποιῆσαι μέρος.] Εἰσὶ καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ, πρὸς φιλίαν ὠφέλιμοι.

    Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ,

  • ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ
  • πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθειμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις· οἱ αὐτοὶ φύσεως· δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας
  • ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν ἄχρηστοι.
  • Ἐν Τοξότῃ τύπος· μήκει μεγάλῳ, μετώπῳ τετραγώνῳ, ὀφρύσι μεσταῖς, συγκρατουμέναις, τριχῶν τεθειμένῃ προαλεῖς, ὑπόπυρροι. Οἱ αὐτοὶ φύσεως· προσχαρεῖς ὡς οἱ πεπαιδευμένοι, ἁπλοῖ, ἀγαθοποιοί, παιδεράσται, συνήθεις, κοπιαταί, φιληταί,

  • φιλούμενοι, ἐν οἴνῳ ἱλαροί, καθάριοι, ὀργίλοι, ἀμελεῖς,
  • κακοί, εἰς φιλίαν ἄχρηστοι, καταφρονηταί, ψυχαῖς μεγάλαις, ὑβριστικοί, ὑπόδουλοι, εἰς κοινωνίαν εὔχρηστοι.

    Ἐν Αἰγοκέρῳ τύπος· σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολιῷ προαλεῖ, στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ,

  • ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ
  • ὑποκάτω μέρη τοῦ σώματος ἰσχυρότερα. Οἱ αὐτοὶ φύσεως· φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, ὀργίλοι, συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί, ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδεράσται, ἱλαροί,
  • προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, εἰς κοινωνίαν εὔχρηστοι.
  • Ἐν Ὑδροχόῳ τύπος· μεγέθει τετράγωνος, στόματι ὀλίγῳ, ὀφθαλμοῖς ὀξέσι, λεπτοῖς, γοργοῖς, ἐπιτάκτης, ἀχάριστος, ὀξύς, εὐχερῶς εὑρίσκων, πρὸς φιλίαν εὔχρηστος καὶ πρὸς κοινωνίαν. Ἔτι ἐξ ὑγρῶν πραγμάτων πορίζουσι τοὺς πορισμοὺς

  • ἀπόλλουσιν. Οἱ αὐτοὶ φύσεως· σιγηροί, αἰσχυντηροί,
  • συνήθεις, μοιχοί, σκνιφοί, πράγμασι ποιούμενοι, θορυβιασταί,
    v.1.p.88
    καθάριοι, εὐφυεῖς, καλοί, ὀφρύσι μεγάλαις· πολλάκις ἐν λεπτοῖς πράγμασι γεννῶνται καὶ δίφρων πραγματείαν γυμνάζουσι.
  • τινὶ ἄν καλῶς ποιήσωσιν, οὐδεὶς αὐτοῖς χάριτας ἀποδιδοῖ.
  • Ἐν Ἰχθύσι τύπος· μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ· πολλάκις πολιοὶ ταχέως γίνονται. Οἱ αὐτοὶ φύσεως· ψυχῇ μεγάλῃ, ἁπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι᾿ ἑαυτῶν πραγματείαν πρᾶξαι

  • θέλουσιν, ἔνδοξοι, τολμηροί, ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες,
  • φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.

    Ἐπεὶ καὶ τούτων τὴν θαυμαστὴν σοφίαν ἐξεθέμεθα τήν τε πολυμέριμνον αὐτῶν δι᾿ ἐπινοίας μαντικὴν οὐκ ἀπεκρύψαμεν, οὐδὲ ἐν οἷς σφαλλόμενοι ματαιάζουσι σιωπήσομεν. Ἄστρων

  • γὰρ ὀνόμασιν εἴδη καὶ φύσεις ἀνθρώπων παραβάλλοντες πῶς
  • ἠσθένησαν! τὰ μὲν γὰρ ἄστρα ἴσμεν τοὺς ἀπ᾿ ἀρχῆς ὀνομάσαντας ἰδίαν κατ᾿ ἔννοιαν ὀνόμασι κεκληκέναι πρὸς τὸ εὔσημα καὶ εὐεπίγνωστα τυγχάνειν. Τίς γὰρ τούτων ὁμοιότης πρὸς τὴν τῶν ζῳδίων εἰκόνα, ἢ τίς ὁμοία φύσις πράξεώς τε καὶ ἐνεργείας,
  • ἵνα τις τὸν ἐν Λέοντι φάσκῃ θυμικόν, τὸν δὲ ἐν Παρθένῳ
  • μέτριον ἢ ἐν Καρκίνῳ κακόν, τοὺς δὲ ἐν . . .

    . . λαβὼν καὶ γράψαι τὸν πυνθανόμενον ἀξιοῖ τί ἂν πυθέσθαι τῶν δαιμόνων θέλῃ [ὕδατι] μόνον. Εἶτα συμπτύξας τὸν χάρτην τῷ παιδὶ δοὺς ἀποπέμπει καυθησόμενον,

  • ἵν᾿ οἴχ[ηται φέρ]ων ὁ καπνὸς τοῖς δαίμοσι τὰ γράμματα· τοῦ
  • δὲ τὸ κελευσθὲν πράξοντος πρῶτα μὲν ἀφαιρεῖ τοῦ χάρτου μοίρας ἴσας· πλείονας δέ τινας σκήπτεται ἐγγράφειν ἑβραϊκοῖς γράμμασι δαίμονας, εἶτα μάγων Αἰγυπτίων θύσας τὸ καλούμενον κῦφι θυμίαμα ταῦτα μὲν ἐπαιωρήσας κατὰ τοῦ θυμιάματος
  • φέρει· ὅ δ᾿ ἔτυχε γράψας ὁ πυνθανόμενος θεὶς κατὰ
  • τῶν ἀνθράκων ἔκαυ[σεν], εἶτα θεοφορεῖσθαι δοκῶν, εἰσπεσὼν τῷ μυχῷ μέγα καὶ ἀπηχὲς κέκραγε καὶ πᾶσιν ἀσύνετον· . . . [π]ολὺ δὲ πάντας τοὺς παρόντας . . . καὶ τὸν φρῦν
    v.1.p.90
    [χάρ]τῃ ἐγγρα[φέντα] ἐπικαλοῦντες δαίμονα ἐπειδὰν εἰσελθόντες
  • παραστῶσιν οἱ παρόντες ἐπὶ . . . βαλὼν τὸν παῖδα πολλὰ
  • ἐπιλέγει αὐτῷ, τοῦτο μὲν ἑλλάδι φωνῇ τοῦτο δὲ ὡς ἑβραΐδι, τὰς συνήθεις τοῖς μάγοις ἐπαοιδάς· ὁ δὲ ἐνάρχεται προσπευσόμενος. Καὶ ἔνδον φιάλη ὕδατος πλήρης, ᾗ ἐμβαλὼν χάλκανθον καὶ τήξας τὸ φάρμακον τὸ δῆθεν ἐξαλειφθὲν χαρτίον
  • δι᾿ αὐτοῦ καταρράνας τὰ φωλεύοντα καὶ κεκρυμμένα γράμματα
  • πάλιν εἰς φῶς ἐλθεῖν ἀναγκάζει, δι᾿ ὧν μανθάνει ἅπερ ὁ πυθόμενος ἔγραψε. Καὶ διὰ τοῦ χαλκάνθου δέ τις εἰ γράψειε καὶ τῆς κηκῖδος ὑποθυμιάσειε λελειωμένης, φανερὰ γένοιτ᾿ ἂν τὰ κεκρυμμένα γράμματα. Καὶ γάλακτι δὲ εἰ γράψειέ τις, εἶτα
  • χάρτην καύσας καὶ λειώσας ἐπιπάσας τρίψειεν ἐπὶ τοῖς τῷ γάλακτι
  • γεγραμμένοις γράμμασιν, ἔσται πρόδηλα. Καὶ οὖρον δὲ καὶ γάρον καὶ τιθυμάλου ὀπὸς καὶ συκῆς ποιεῖ τὸ ὅμοιον. Ἐπειδὴ δὲ ἔμαθε τὴν ἐρώτησιν οὕτως, τίνα χρὴ τρόπον ἀποκρίνεσθαι προὐνόησε. Καὶ λοιπὸν εἴσω παρελθεῖν κελεύει τοὺς
  • παρόντας δάφνας ἔχοντας καὶ σείοντας καὶ κεκραγότας καὶ τὸν
  • φρῆν ἐπικαλοῦντας δαίμονα· καὶ γὰρ ἐπικαλεῖν τούτοις πρέπει καὶ τοῦτο αἰτεῖν παρὰ δαιμόνων ἄξιον, ὃ δι᾿ αὑτῶν παρέχειν οὐ θέλουσιν ἀπολέσαντες τὰς φρένας. Τὸ δὲ ἄκοσμον τῆς βοῆς καὶ ὁ ψόφος οἷς ἐν ἀπορρήτῳ πεποιηκέναι νομίζεται παρακολουθεῖν
  • ἐκώλυσε. Τίνα δὲ ταῦτα ἐστί, καιρὸς λοιπὸν λέγειν.
  • Πολὺ μὲν οὖν τυγχάνει τὸ σκότος. Λέγει γὰρ ἀδύνατον τὰ θεῖα ὁρᾷν θνητὴν φύσιν, ἱκανὸν γὰρ τὸ ὁμιλεῖν. Κατακλίνας δὲ τὸν παῖδα πρηνῆ καὶ δύο τῶν γραμματιδίων ἐκείνων, ἅπερ ἠν ἐγγεγραμμένα ἑβραϊκοῖς δῆθεν γράμμασιν ὡς δαιμόνων
  • ὀνόματα, πλευρᾷ παραθεὶς ἑκατέρᾳ τὰ λοιπὰ τοῖς ὠσὶν
  • ἐνθήσειν λέγει. Ἔστι δὲ τοῦτο αὐτὸ ἀναγκαῖον, ἴνα τι παραθῇ τοῖς ὠσὶ τοῦ παιδὸς ὄργανον, δι᾿ οὗ πᾶν ἔστι σημᾶναι θέλοντα· ἠχεῖ δὲ τὸ πρῶτον ἵνα φοβηθῇ ὁ παῖς, καὶ δεύτερον ἐπιβομβεῖ, ἔπειτα τὸ τρίτον λαλεῖ διὰ τοῦ ὀργάνου, ἃ λέγειν
  • τὸν παῖδα βούλεται, καὶ τὴν ἔκβασιν τοῦ πράγματος ὡς δοκεῖ,
  • v.1.p.92
    εἶτα τοὺς μὲν παρόντας ἡσυχάζειν ποιεῖ, τὸν δὲ ἃ παρὰ τῶν δαιμόνων ἤκουσε σημαίνειν ἀξιοῖ. Τὸ δὲ τοῖς ὠσὶ παρατεθὲν ὄργανον ἐστὶ φυσικὸν ὄργανον, τῶν μακροτραχήλων γεράνων ἢ πελαργῶν ἢ κύκνων ἀρτηρία· ὧν εἰ μηδέτερον παρῇ, ἐστὶ καὶ
  • ἕτερα τέχνης ὄργανα· αὐλίσκοι γάρ τινες χάλκεοι τὸν ἀριθμὸν
  • δέκα εἰς ἀλλήλους χωροῦντες, εἰς στενὸν ἀπολήγοντες εὐάρμοστοι γίνονται, δι᾿ ὧν πρὸς τὸ οὗς ὅσα θέλει φθέγγεται. Καὶ ταῦτα ὁ παῖς κατακούων ἐμφόβως ὡς ὑπὸ δαιμόνων λαλούμενα κελευσθεὶς ἀποφθέγγεται. Εἰ δὲ καὶ σκύτος τις ῥάβδῳ περιθεὶς
  • ὑγρὸν ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ καὶ ἀποσπάσας
  • τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκύτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. Εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐκτείνας, τὰ ὅμοια ἐνεργεῖ. Εἰ δὲ προειδείη ὅστις πάρεστι πευσόμενος, ἑτοιμότερος πρὸς
  • πάντα γίνεται. Εἰ δὲ καὶ τὴν πεῦσιν προμάθῃ, γράφει τῷ
  • φαρμάκῳ· καὶ ὡς ἐμπαράσκευος ἱκανώτερος νομίζεται σαφῶς γράψας τὸ ἐρωτώμενον. Εἰ δὲ ἀγνοεῖ, ὑποτοπάζει καὶ ἀμφίβολον καὶ ποικίλην ἀποφαίνεταί τι δεχόμενον μετάφρασιν, ἵνα τὴν μὲν ἀρχὴν ἄσημος οὖσα ἡ χρησμοδοσία εἰς πολλὰ ἔσται,
  • ἐπὶ δὲ τῇ ἐκβάσει τῶν συμβησομένων πρὸς τὸ συμβὰν πρόρρησις
  • νομίζηται. Εἶτα λεκάνην πληρώσας ὕδατος ὡς ἄγραφον τὸν χάρτην καθίησι συνεμβαλὼν χάλκανθον. οὕτως γὰρ ἀνατέλλει τὴν ἀπόκρισιν φέρων ὁ γραφεὶς χάρτης. Τῷ μὲν δὴ
  • παιδίῳ καὶ φαντασίαι φοβεραὶ γίνονται πολλάκις· καὶ γὰρ πληγὰς
  • ἐμβάλλει εὐπόρως ἐκφοβῶν. Λίβανον γὰρ εἰς πῦρ ἐμβαλὼν πάλιν ποιεῖ τοῦτον τὸν τρόπον. Βῶλον τῶν λεγομένων ὀρυκτῶν ἁλῶν κηρῷ Τυρρηνικῷ περισκεπάσας καὶ αὐτὸν δὲ λιβάνου βῶλον διχοτομήσας ἐντίθησι τοῦ ἅλατος χόνδρον, καὶ
  • πάλιν συγκολλήσας ἐπὶ ἀνθράκων καιομένων τιθεὶς ἐᾷ. Τοῦ
  • δὲ συγκαέντος οἱ ἅλες ἀναπηδῶντες φαντασίαν ἀπεργάζονται ὥσπερ ξένου θεάματος γινομένου· αἱματώδη δὲ φλόγα ποιεῖ τὸ ἰνδικὸν μέλαν ἐντεθὲν τῷ λιβανωτῷ καθὼς προείπαμεν. Αἱματώδη δὲ ὑγρασίαν ποιεῖ κηρὸν ἀγχούσῃ ἀναμίξας καὶ ὡς
  • ἔφην τῷ λιβανωτῷ τὸν κηρὸν ἐνθέμενος· ἄνθρακας δὲ κινεῖσθαι
  • v.1.p.94
    ποιεῖ σχιστὴν ὑποθεὶς στυπτηρίαν, ἧς λυομένης καὶ δίκην πομφολύγων διοιδούσης κινοῦνται οἱ ἄνθρακες.

    Ὠὰ δὲ διάφορα ἐπιδεικνύνται τὸν τρόπον τόνδε· κορυφὴν τρυπήσας ἐξ ἑκατέρων καὶ τὸ λευκὸν ὑπεξαγαγὼν αὖθις

  • βάψας ἔμβαλε τὸ μὲν τῆς σινώπιδος, τὸ δὲ τοῦ γραφικοῦ
  • μέλανος. Ἀπόφρασσε δὲ τὰς τρυμαλιὰς ξέσματι τῶν ὠῶν λείῳ μετ᾿ ὀποῦ συκῆς ἐμπλάσας.