Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἀναξιμένης δὲ καὶ αὐτὸς ὢν Μιλήσιος, υἱὸς δ᾿ Εὐρυστράτου,

  • ἀέρα ἄπειρον ἔφη τὴν ἀρχὴν εἶναι, ἐξ οὗ τὰ γινόμενα,
  • τὰ γεγονότα καὶ τὰ ἐσόμενα, καὶ θεοὺς καὶ θεῖα γίνεσθαι, τὰ δὲ λοιπὰ ἐκ τῶν τούτων ἀπογόνων. Τὸ δὲ εἶδος τοῦ ἀέρος τοιοῦτον, ὅταν μὲν ὁμαλώτατος ᾖ, ὄψει ἄδηλον, δηλοῦσθαι δὲ τῷ ψυχρῷ καὶ τῷ θερμῷ καὶ τῷ νοτερῷ καὶ
  • τῷ κινουμένῳ, κινεῖσθαι δὲ ἀεί· οὐ γὰρ μεταβάλλειν ὅσα μεταβάλλει,
  • εἰ μὴ κινοῖτο. Πυκνούμενον γὰρ καὶ ἀραιούμενον διάφορον φαίνεσθαι· ὅταν γὰρ εἰς τὸ ἀραιότερον διαχυθῇ, πῦρ γίνεσθαι, μέσως δὲ πάλιν εἰς ἀέρα πυκνούμενον ἐξ ἀέρος νέφος ἀποτελεῖσθαι κατὰ τὴν πίλησιν, ἔτι δὲ μᾶλλον
  • ὕδωρ, ἐπὶ πλεῖον πυκνωθέντα γῆν, καὶ εἰς τὸ μάλιστα
  • πυκνώτατον λίθους. Ὥστε τὰ κυριώτατα τῆς γενέσεως ἐναντία εἶναι θερμόν τε καὶ ψυχρόν. Τὴν δὲ γῆν πλατεῖαν εἶναι ἐπ᾿ ἀέρος ὀχουμένην, ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα· πάντα γὰρ πύρινα ὄντα ἐποχεῖσθαι τῷ
  • ἀέρι διὰ πλάτος. Γεγονέναι δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν
  • ἰκμάδα ἐκ ταύτης ἀνίστασθαι, ἧς ἀραιουμένης τὸ πῦρ γίνεσθαι, ἐκ δὲ τοῦ πυρὸς μετεωριζομένου τοὺς ἀστέρας συνίστασθαι. Εἶναι δὲ καὶ γεώδεις φύσεις ἐν τῷ τόπῳ τῶν ἀστέρων συμφερομένας ἐκείνοις. Οὐ κινεῖσθαι δὲ ὑπὸ γῆν τὰ ἄστρα λέγει,
  • καθὼς ἕτεροι ὑπειλήφασιν, ἀλλὰ περὶ γῆν, ὡσπερεὶ περὶ τὴν
  • ἡμετέραν κεφαλὴν στρέφεται τὸ πιλίον, κρύπτεσθαί τε τὸν ἥλιον
    v.1.p.20
    οὐχ ὑπὸ γῆν γενόμενον, ἀλλ᾿ ὑπὸ τῶν τῆς γῆς ὑψηλοτέρων μερῶν σκεπόμενον, καὶ διὰ τὴν πλείονα ἡμῶν αὐτοῦ γενομένην ἀπόστασιν. Τὰ δὲ ἄστρα μὴ θερμαίνειν διὰ τὸ μῆκος τῆς
  • ἀποστάσεως· ἀνέμους· δὲ γεννᾶσθαι, ὅταν ἐκπεπυκνωμένος ὁ
  • ἀὴρ ἀραιωθεὶς φέρηται, συνελθόντα δὲ καὶ ἐπὶ πλεῖον παχυθέντα νέφη γεννᾶσθαι, καὶ οὕτως εἰς ὕδωρ μεταβάλλειν. Χάλαζαν δὲ γίνεσθαι, ὅταν ἀπὸ τῶν νεφῶν τὸ ὕδωρ καταφερόμενον παγῇ· χιόνα δὲ, ὅταν αὐτὰ ταῦτα ἐνυγρότερα ὄντα πῆξιν
  • λάβῃ· ἀστραπὴν δ᾿, ὅταν τὰ νέφη διϊστῆται βίᾳ πνευμάτων·
  • τούτων γὰρ διϊσταμένων λαμπρὰν καὶ πυρώδη γίνεσθαι τὴν αὐγήν. Ἶριν δὲ γεννᾶσθαι τῶν ἡλιακῶν αὐγῶν εἰς ἀέρα συνεστῶτα πιπτουσῶν· σεισμὸν δὲ, τῆς γῆς ἐπὶ πλεῖον ἀλλοιουμένης ὑπὸ θερμασίας καὶ ψύξεως. Ταῦτα μὲν οὖν Ἀναξιμένης.
  • Οὗτος ἤκμασε περὶ ἔτος πρῶτον τῆς πεντηκοστῆς ὀγδόης
  • ὀλυμπιάδος.

    Μετὰ τοῦτον γίνεται Ἀναξαγόρας Ἡγησιβούλου ὁ Κλαζομένιος. Οὗτος ἔφη τὴν παντὸς ἀρχὴν νοῦν καὶ ὕλην, τὸν

  • μὲν νοῦν ποιοῦντα, τὴν δὲ ὕλην γινομένην. Ὄντων γὰρ πάντων
  • ὁμοῦ, νοῦς ἐπελθὼν διεκόσμησεν. Τὰς δ᾿ ὑλικὰς ἀρχὰς ἀπείρους ὑπάρχειν, καὶ τὰς σμικροτέρας αὐτῶν ἄπειρα λέγει. Κινήσεως δὲ μετέχειν τὰ πάντα ὑπὸ τοῦ νοῦ κινούμενα, συνελθεῖν τε τὰ ὅμοια. Καὶ τὰ μὲν κατὰ τὸν οὐρανὸν κεκοσμῆσθαι
  • ὑπὸ τῆς ἐγκυκλίου κινήσεως. Τὸ μὲν οὖν πυκνὸν καὶ ὑγρὸν
  • καὶ τὸ σκοτεινὸν καὶ ψυχρὸν καὶ πάντα τὰ βαρέα συνελθεῖν ἐπὶ τὸ μέσον, ἐξ ὧν παγέντων τὴν γῆν ὑποστῆναι· τὰ δ᾿ ἀντικείμενα τούτοις τὸ θερμὸν καὶ τὸ λαμπρὸν καὶ τὸ ξηρὸν καὶ τὸ κοῦφον εἰς τὸ πρόσω τοῦ αἰθέρος ὁρμῆσαι. Τὴν δὲ γῆν τῷ
  • σχήματι πλατεῖαν εἷναι καὶ μένειν μετέωρον διὰ τὸ μέγεθος
  • καὶ διὰ τὸ μηδὲν εἶναι κενόν καὶ διὰ τὸ τὸν ἀέρα ἰσχυρότατον ὄντα φέρειν ἐποχουμένην τὴν γῆν. Τῶν δ᾿ ἐπὶ γῆς ὑγρῶν τὴν μὲν θάλασσαν ὑπάρξαι, τά τε ἐν αὐτῇ ὕδατα ἐξατμισθέντα . . . ὑποστάντα οὕτως γεγονέναι καὶ ἀπὸ τῶν καταρρευσάντων
  • ποταμῶν. Τοὺς δὲ ποταμοὺς καὶ ἀπὸ τῶν ὄμβρων λαμβάνειν
  • τὴν ὑπόστασιν καὶ ἐξ ὑδάτων τῶν ἐν τῇ γῇ. Εἶναι γὰρ
    v.1.p.22
    αὐτὴν κοίλην καὶ ἔχειν ὕδωρ ἐν τοῖς κοιλώμασιν. Τὸν δὲ Νεῖλον αὔξεσθαι κατὰ τὸ θέρος καταφερομένων εἰς αὐτὸν ὑδάτων ἀπὸ τῶν ἐν τοῖς ἀντοίκοις χιόνων. Ἥλιον δὲ καὶ σελήνην
  • καὶ πάντα τὰ ἄστρα λίθους εἶναι ἐμπύρους συμπεριληφθέντας
  • ὑπὸ τῆς αἰθέρος περιφορᾶς. Εἶναι δ᾿ ὑποκάτω τῶν ἄστρων ἥλιον καὶ σελήνην καὶ σώματά τινα συμπεριφερόμενα ἡμῖν ἀόρατα, τῆς δὲ θερμότητος μὴ αἰσθάνεσθαι τῶν ἄστρων διὰ τὸ μακρὰν εἶναι [καὶ διὰ] τὴν ἀπόστασιν τῆς γῆς· ἔτι δὲ οὐχ
  • ὁμοίως θερμὰ τῷ ἡλίῳ διὰ τὸ χώραν ἔχειν ψυχροτέραν. εἶναι
  • δὲ τὴν σελήνην κατωτέρω τοῦ ἡλίου πλησιώτερον ἡμῶν. Ὑπερέχειν δὲ τὸν ἥλιον μεγέθει τὴν Πελοπόννησον. Τὸ δὲ φῶς τὴν σελήνην μὴ ἴδιον ἔχειν, ἀλλ᾿ ἀπὸ τοῦ ἡλίου. Τὴν δὲ τῶν ἄστρων περιφορὰν ὑπὸ γῆν γίνεσθαι. Ἐκλείπειν δὲ τὴν σελήνην
  • γῆς ἀντιφραττούσης, ἐνίοτε δὲ καὶ τῶν ὑποκάτω τῆς σελήνης,
  • τὸν δὲ ἥλιον ταῖς νουμηνίαις σελήνης ἀντιφραττούσης. Τροπὰς δὲ ποιεῖσθαι καὶ ἥλιον καὶ σελήνην ἀπωθουμένους ὑπὸ τοῦ ἀέρος. Σελήνην δὲ πολλάκις τρέπεσθαι διὰ τὸ μὴ δύνασθαι κραστεῖν τοῦ ψυχροῦ. Οὗτος ἀφώρισε πρῶτος τὰ περὶ τὰς
  • ἐκλείψεις καὶ φωτισμούς. Ἔφη δὲ γηΐνην εἶναι τὴν σελήνην
  • ἔχειν τε ἐν αὐτῇ πεδία καὶ φάραγγας. Τὸν δὲ γαλαξίαν ἀνάκλασιν εἶναι τοῦ φωτὸς τῶν ἄστρων τῶν μὴ καταλαμβανομένων ὑπὸ τοῦ ἡλίου. τοὺς δὲ μεταβαίνοντας ἀστέρας ὡσεὶ σπινθῆρας ἀφαλλομένους γίνεσθαι ἐκ τῆς κινήσεως τοῦ πόλου. Ἀνέμους
  • δὲ γίνεσθαι λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου καὶ τῶν
  • ἐκκαιομένων πρὸς τὸν πόλον ὑποχωρούντων καὶ ἀποφερομένων. Βροντὰς δὲ καὶ ἀστραπὰς ἀπὸ θερμοῦ γίνεσθαι ἐμπίπτοντος εἰς τὰ νέφη. Σεισμοὺς δὲ γίνεσθαι τοῦ ἄνωθεν ἀέρος εἰς τὸν ὑπὸ γῆν ἐμπίπτοντος· τούτου γὰρ κινουμένου καὶ τὴν ὀχουμένην
  • γῆν ὑπ᾿ αὐτοῦ σαλεύεσθαι. Ζῶα δὲ τὴν μὲν ἀρχὴν ἐν
  • ὑγρῷ γενέσθαι, μετὰ ταῦτα δὲ ἐξ ἀλλήλων, καὶ ἄρρενας μὲν γίνεσθαι, ὅταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀποκριθὲν τὸ σπέρμα τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας κολληθῇ, τὰ δὲ θήλεα κατὰ τοὐναντίον. Οὗτος ἤκμασεν ἔτους πρώτου τῆς ὀγδοηκοστῆς ὀγδόης
  • ὀλυμπιάδος, καθ᾿ ὃν καιρὸν καὶ Πλάτωνα λέγουσι γεγενῆσθαι.
  • Τοῦτον λέγουσι καὶ προγνωστικὸν γεγονέναι.

    v.1.p.24

    Ἀρχέλαος τὸ μὲν γένος Ἀθηναῖος, υἱὸς δὲ Ἀπολλοδώρου. Οὗτος ἔφη τὴν μῖξιν τῆς ὕλης ὁμοίως Ἀναξαγόρᾳ τάς τε ἀρχὰς ὡσαύτως, οὗτος δὲ τῷ νῷ ἐνυπάρχειν τι εὐθέως μῖγμα.

  • Εἷναι δ᾿ ἀρχὴν τῆς κινήσεως τὸ ἀποκρίνεσθαι ἀπ᾿ ἀλλήλων τὸ
  • θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὸ μὲν θερμὸν κινεῖσθαι, τὸ δὲ ψυχρὸν ἠρεμεῖν. Τηκόμενον δὲ τὸ ὕδωρ εἰς μέσον ῥεῖν, ἐν ᾦ κατακαιόμενον ἀέρα γίνεσθαι καὶ γῆν, ὧν τὸ μὲν ἄνω φέρεσθαι, τὸ δὲ ὑφίστασθαι κάτω. Τὴν μὲν οὖν γῆν ἠρεμεῖν
  • καὶ γενέσθαι διὰ ταῦτα, κεῖσθαι δ᾿ ἐν μέσῳ οὐδὲν μέρος
  • οὖσαν, ὡς εἰπεῖν, τοῦ παντός, ἐκδεδομένον ἐκ τῆς πυρώσεως, ἀφ᾿ οὗ πρῶτον ἀποκαιομένου τὴν τῶν ἀστέρων εἶναι φύσιν, ὧν μέγιστον μὲν ἥλιον, δεύτερον δὲ σελήνην, τῶν δὲ ἄλλων τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω. Ἐπικλιθῆναι δὲ
  • τὸν οὐρανόν φησι, καὶ οὕτως τὸν ἥλιον ἐπὶ τῆς γῆς ποιῆσαι
  • φῶς καὶ τόν τε ἀέρα ποιῆσαι διαφανῆ καὶ τὴν γῆν ξηράν. Λίμνην γὰρ εἶναι τὸ πρῶτον, ἅτε κύκλῳ μὲν οὔσαν ὑψηλήν, μέσον δὲ κοίλην. Σημεῖον δὲ φέρει τῆς κοιλότητος, ὅτι ὁ ἥλιος οὐχ ἅμα ἀνατέλλει τε καὶ δύεται πᾶσιν, ὅπερ ἔδει συμβαίνειν,
  • εἴπερ ἦν ὁμαλή. Περὶ δὲ ζώων φησίν, ὅτι θερμαινομένης τῆς
  • γῆς τὸ πρῶτον ἐν τῷ κάτω μέρει, ὅπου τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐμίσγετο, ἀνεφαίνετο τά τε ἄλλα ζῶα πολλὰ καὶ ἀνόμοια πάντα τὴν αὐτὴν δίαιταν ἔχοντα ἐκ τῆς ἰλύος τρεφόμενα, ἦν δὲ ὀλιγοχρόνια· ὕστερον δὲ αὐτοῖς καὶ ἐξ ἀλλήλων γένεσις
  • ἀνέστη, καὶ διεκρίθησαν ἄνθρωποι ἀπὸ τῶν ἄλλων, καὶ ἡγεμόνας
  • καὶ νόμους καὶ τέχνας καὶ πόλεις καὶ τὰ ἄλλα συνέστησαν. Νοῦν δὲ λέγει πᾶσιν ἐμφύεσθαι ζώοις ὁμοίως. Χρήσασθαι γὰρ ἕκαστον καὶ τῶν σωμάτων ὅσῳ τὸ μὲν βραδυτέρως, τὸ δὲ ταχυτέρως.

  • Ἡ μὲν οὖν φυσικὴ φιλοσοφία ἀπὸ Θάλητος ἕως Ἀρχελάου
  • διέμεινε· τούτου γίνεται Σωκράτης ἀκροατής. Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι διαφόρους δόξας προενεγκάμενοι περί τε τοῦ θείου καὶ τῆς τοῦ παντὸς φύσεως. ὧν εἰ πάσας τὰς δόξας ἐβουλόμεθα παραθεῖναι, πολλὴν ἂν ὕλην βιβλίων ἔδει κατασκευάζειν.
  • Ὧν δὲ ἔδει μάλιστα ἐπ᾿ ὀνόματος ὄντων καὶ ὡς
  • v.1.p.26
    εἰπεῖν κορυφαίων πᾶσι τοῖς μετέπειτα φιλοσοφήσασι γενομένων ἀφορμὰς δεδωκότων πρὸς τὰ ἐπιχειρούμενα ὑπομνησθέντες ἐπὶ τὰ ἑξῆς ὁρμήσομεν.

    Καὶ γὰρ καὶ Παρμενίδης ἓν μὲν τὸ πᾶν ὑποτίθεται

  • ἀΐδιόν τε καὶ ἀγέννητον καὶ σφαιροειδές. Οὐδὲ αὐτὸς ἐκφεύγων
  • τὴν τῶν πολλῶν δόξαν, πῦρ λέγων καὶ γῆν τὰς τοῦ παντὸς ἀρχάς, τὴν μὲν γῆν ὡς ὕλην, τὸ δὲ πῦρ ὡς αἴτιον καὶ ποιοῦν, τὸν κόσμον ἔφη φθείρεσθαι, ᾦ δὲ τρόπῳ, οὐκ εἶπεν. Ο αὐτὸς δὲ εἶπεν ἀΐδιον εἶναι τὸ πᾶν καὶ οὐ γενόμενον, καὶ
  • σφαιροειδές, καὶ ὅμοιον, οὐκ ἔχον δὲ τόπον ἐν ἑαυτῷ, καὶ
  • ἀκίνητον καὶ πεπερασμένον.

    Λεύκιππος δὲ Ζήνωνος ἑταῖρος οὐ τὴν αὐτὴν δόξαν διετήρησεν, ἀλλά φησιν ἄπειρα εἶναι καὶ ἀεὶ κινούμενα καὶ

  • γένεσιν καὶ μεταβολὴν συνεχῶς οὖσαν. Στοιχεῖα δὲ λέγει τὸ
  • πλῆρες καὶ τὸ κενόν. Κόσμους δὲ γίνεσθαι λέγει οὕτως· ὅταν εἰς μέγα κενὸν ἐκ τοῦ περιέχοντος ἀθροισθῇ πολλὰ σώματα καὶ συρρυῇ, προσκρούοντα ἀλλήλοις συμπλέκεσθαι τὰ ὁμοιοσχήμονα καὶ παραπλήσια τὰς μορφάς, καὶ περιπλεχθέντων εἰς
  • ἕτερα γίνεσθαι, αὔξειν δὲ καὶ φθίνειν διά τινα ἀνάγκην. Τίς
  • δ᾿ ἂν εἴη ἡ ἀνάγκη, οὐ διώρισεν.

    Δημόκριτος δὲ Λευκίππου γίνεται γνώριμος. Δημόκριτος Δαμασίππου, Ἀβδηρίτης, πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτῳ καὶ ἀστρολόγοις

  • καὶ ἐν Βαβυλῶνι μάγοις. Λέγει δὲ ὁμοίως Λευκίππῳ περὶ
  • στοιχείων, πλήρους καὶ κενοῦ, τὸ μὲν πλῆρες λέγων ὄν, τὸ δὲ κενόν, οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινουμένων τῶν ὄντων ἐν τῷ κενῷ· ἀπείρους δὲ εἷναι κόσμους καὶ μεγέθει διαφέροντας, ἔν τισι δὲ μὴ εἶναι ἥλιον μηδὲ σελήνην, ἔν τισι δὲ μείζω τῶν παρ᾿
  • ἡμῖν, καὶ ἔν τισι πλείω. Εἷναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα,
  • καὶ τῇ μὲν πλείους, τῇ δὲ ἐλάττους, καὶ τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάζειν, τοὺς δὲ φθίνειν, καὶ τῇ μὲν γίνεσθαι, τῇ δὲ λείπειν. Φθείρεσθαι δὲ αὐτοὺς ὑπ᾿ ἀλλήλων προσπίπτοντας. Εἷναι δὲ ἐνίους κόσμους ἐρήμους ζώων καὶ
  • φυτῶν καὶ παντὸς ὑγροῦ. Τοῦ δὲ παρ᾿ ἡμῖν κόσμου πρότερον
  • v.1.p.28
    τὴν γῆν τῶν ἄστρων γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἄστερας. Τοὺς δὲ πλάνητας οὐδ᾿ αὐτοὺς ἔχειν ἴσον ὕψος. Ἀκμάζειν δὲ κόσμον, ἕως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν. Οὗτος ἐγέλα
  • πάντα, ὡς γέλωτος ἀξίων πάντων τῶν ἐν ἀνθρώποις.
  • Ξενοφάνης δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός. Οὗτος ἕως Κύρου διέμενεν. Οὗτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων, εἰπὼν οὕτως· εἰ γὰρ καὶ τὰ μάλιστα τύχῃ τετελεσμένον εἰπών,

  • αὐτὸς ὅμως οὐκ οἶδε, δόκος δ᾿ ἐπὶ πᾶσι τέτυκται.
  • Λέγει δὲ ὅτι οὐδὲν γίνεται οὐδὲ φθείρεται οὐδὲ κινεῖται, καὶ ὅτι ἓν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. Φησὶ δὲ καὶ τὸν θεὸν εἷναι ἀΐδιον, καὶ ἕνα, καὶ ὅμοιον πάντη, καὶ πεπερασμένον, καὶ σφαιροειδῆ, καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν. Τὸν δὲ
  • ἥλιον ἐκ μικρῶν πυριδίων ἀθροιζομένων γίνεσθαι καθ᾿ ἑκάστην
  • ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι, καὶ μήτε ὑπ᾿ ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. Καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς. Οὗτος τὴν θάλασσαν ἁλμυρὰν ἔφη διὰ τὸ πόλλα μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ
  • Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι
  • ἁλμυράν· ὁ δὲ Ξενοφάνης μῖξιν τῆς γῆς πρὸς τὴν θάλασσαν γενέσθαι δοκεῖ καὶ τῷ χρόνῳ ἀπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὅτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εὑρίσκονται κόγχαι, καὶ ἐν Συρρακούσαις δὲ ἐν ταῖς λατομίαις
  • λέγει εὑρῆσθαι τύπον ἰχθύος καὶ φωκῶν, ἐν δὲ Πάρῳ τύπον
  • ἀφύης ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας συμπάντων θαλασσίων. Ταῦτα δέ φησι γενέσθαι, ὅτε πάντα ἐπηλώθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῷ πηλῷ ξηρανθῆναι, ἀναιρεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας, ὅταν ἡ γῆ κατενεχθεῖσα
  • εἰς τὴν θάλασσαν πηλὸς γένηται, εἶτα πάλιν ἄρχεσθαι τῆς
  • γενέσεως, καὶ τοῦτο πᾶσι τοῖς κόσμοις γίνεσθαι καταβολήν.

    Ἔκφαντός τις Συρρακούσιος ἔφη μὴ εἴναι ἀληθινὴν τῶν ὄντων λαβεῖν γνῶσιν. Ὁρίζει δὲ, ὡς νομίζει τὰ μὲν πρῶτα

    v.1.p.30
    ἀδιαίρετα εἶναι σώματα, καὶ παραλλαγὰς αὐτῶν τρεῖς ὑπάρχειν,
  • μέγεθος, σχῆμα, δύναμιν, ἐξ ὧν τὰ αἰσθητὰ γίνεσθαι
  • Εἷναι δὲ τὸ πλῆθος αὐτῶν ὡρισμένον καὶ τοῦτο ἄπειρον. Κινεῖσθαι δὲ τὰ σώματα μήτε ὑπὸ βάρους μήτε πληγῆς, ἀλλ᾿ ὑπὸ θείας δυνάμεως, ἣν νοῦν καὶ ψυχὴν προσαγορεύει. Τούτου μὲν οὖν τὸν κόσμον εἶναι ἰδέαν, δι᾿ δ καὶ σφαιροειδῆ ὑπὸ θείας
  • δυνάμεως γεγονέναι. Τὴν δὲ γῆν μέσον κόσμου κινεῖσθαι περὶ
  • τὸ αὐτῆς κέντρον ὡς πρὸς ἀνατολήν.

    Ἵππων δὲ ὁ Ῥηγῖνος ἀρχὰς ἔφη ψυχρὸν τὸ ὕδωρ καὶ θερμὸν τὸ πῦρ. Γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὕδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν, συστῆσαί τε τὸν κόσμον. Τὴν δὲ

  • ψυχὴν ποτὲ μὲν ἐγκέφαλον ἔφη εἶναι, ποτὲ δὲ ὕδωρ, καὶ γὰρ
  • τὸ σπέρμα εἶναι, τὸ φαινόμενον ἡμῖν ἐξ ὑγροῦ, ἐξ οὗ φησε ψυχὴν γίνεσθαι.

    Ταῦτα μὲν οὖν ἱκανῶς δοκοῦμεν παρατεθεικέναι. Διὸ δοκεῖ λοιπὸν αὐτάρκως διαδραμόντων ἡμῶν τὰ τοῖς φυσικοῖς

  • δόξαντα, ἀναδραμεῖν ἐπὶ Σωκράτην καὶ Πλάτωνα, οἳ τὸ ἠθικὸν
  • μάλιστα προετίμησαν.

    Ὁ μὲν οὖν Σωκράτης γίνεται Ἀρχελάου τοῦ φυσικοῦ ἀκροατής· ὃς τὸ γνῶθι σαυτὸν προτιμήσας καὶ μεγάλην σχολὴν συστήσας ἔσχε πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα,

  • αὐτὸς μὲν μηδὲν σύγγραμμα καταλιπών. Ὁ δὲ Πλάτων τὴν
  • πᾶσαν αὐτοῦ σοφίαν ἀπομαξάμενος συνέστησε τὸ διδασκαλεῖον μίξας ὁμοῦ φυσικήν, ἠθικήν, διαλεκτικήν. Ἃ δὲ ὁ Πλάτων ὁρίζειν, ἐστὶ ταῦτα.

    Πλάτων ἀρχὰς εἷναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ

  • παράδειγμα· θεὸν μὲν τὸν ποιητὴν καὶ διακοσμήσαντα τόδε τὸ
  • πᾶν καὶ προνοούμενον αὐτοῦ· ὕλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἣν καὶ δεξαμενὴν καὶ τιθήνην καλεῖ, ἐξ ἧς διακοσμηθείσης γενέσθαι
    v.1.p.32
    τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν συνέστηκεν ὁ κόσμος, πυρός, ἀέρος, γῆς, ὕδατος, ἐξ ὧν καὶ τὰ ἄλλα πάντα συγκρίματα καλούμενα,
  • ζῶά τε καὶ φυτὰ συνεστηκέναι. Τὸ δὲ παράδειγμα
  • τὴν διάνοιαν τοῦ θεοῦ εἶναι, ὃ καὶ ἰδέας καλεῖ, ᾧ οἷον εἰκονίσματι προσέχων ἐν τῇ ψυχῇ ὁ θεὸς τὰ πάντα ἐδημιούργει. Τὸν μὲν θεόν φησιν ἀσώματόν τε καὶ ἀνείδεον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτὸν εἷναι· τὴν δὲ ὕλην δυνάμει μὲν
  • σῶμα, ἐνεργείᾳ δὲ οὐδέπω· ἀσχημάτιστον γὰρ αὐτὴν οὐσαν καὶ
  • ἄποιον, προσλαβοῦσαν σχήματα καὶ ποιότητας γενέσθαι σῶμα. Τὴν μὲν οὖν ὕλην ἀρχὴν εἷναι καὶ σύγχρονον τῷ θεῷ, ταύτῃ καὶ ἀγέννητον τὸν κόσμον. Ἐκ γὰρ αὐτῆς συνεστάναι φησὶν αὐτόν. Τῷ δὲ ἀγεννήτῳ ἀκολουθεῖν πάντως καὶ τὸ ἄφθαρτον.
  • Ἦι δὲ σῶμά τε καὶ ἐκ πολλῶν ποιοτήτων καὶ ἰδεῶν συγκείμενον
  • ὑποτίθεται, ταύτῃ καὶ γεννητὸν καὶ φθαρτόν. Τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν, χρησάμενοι παραδείγματι τοιούτῳ· ὅτι ὥσπερ ἄμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος
  • κατὰ μέρος ἐπισκευαζομένη, κἂν τὰ μέρη φθείρηται ἑκάστοτε,
  • αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει· τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν εἰ καὶ φθείρεται, ἐπισκευαζομένων δὲ καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀΐδιος μένει. Τὸν δὲ θεὸν οἱ μὲν ἕνα φασὶν αὐτὸν εἰπεῖν ἀγέννητον καὶ ἄφθαρτον, ὡς
  • λέγει ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεὸς, ὥσπερ καὶ ὁ παλαιὸς
  • λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχει. Οὕτως ἕνα αὐτὸν τὸν διὰ πάντων κεχωρηκότα ἀποφαίνεται. Οἱ δὲ καὶ πολλοὺς, ἀορίστως, ὅταν λέγῃ· θεὸς θεῶν, ὧν ἐγὼ δημιουργός τε καὶ πατήρ. Οἱ δὲ καὶ ὡρισμένους, ὅταν
  • λέγῃ, ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πιηνὸν ἄρμα ἐλαύνων,
  • καὶ ὅταν γενεαλογῇ τοὺς Οὐρανοῦ παῖδας καὶ Γῆς. Οἱ δὲ συστήσασθαι μὲν αὐτὸν θεούς γενητούς, καὶ διὰ μὲν τὸ γεγενῆσθαι πάντως αὐτοὺς φθαρῆναι ἀνάγκην ἔχειν, διὰ δὲ τὴν βούλησιν τοῦ θεοῦ ἀθανάτους εἶναι, ἐν ᾧ προσθεὶς λέγει· θεὸς
  • θεῶν, ὧν ἐγὼ δημιουργός τε καὶ πατήρ, ἄλυτα ἐμοῦ γε θέλοντος,
  • ὡς ἄν εἰ λυθῆναι αὐτὰ θέλει, ῥᾳδίως λυθησόμενα. Δαιμόνων δὲ φύσεις ἀποδέχεται, καὶ τοὺς μὲν ἀγαθοὺς εἶναι φησὶν
    v.1.p.34
    αὐτῶν, τοὺς δὲ φαύλους. Καὶ τὴν ψυχὴν οἱ μὲν φασὶν αὐτὸν ἀγένητον λέγειν καὶ ἄφθαρτον, ὅταν λέγῃ· ψυχὴ πᾶσα
  • ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον· καὶ ὅταν αὐτοκίνητον
  • αὐτὴν ἀποδεικνύῃ καὶ ἀρχὴν κινήσεως. Οἱ δὲ γενητὴν μέν, ἄφθαρτον δὲ διὰ τὴν τοῦ θεοῦ βούλησιν. Οἱ δὲ σύνθετον καὶ γενητὴν καὶ φθαρτήν· καὶ γὰρ κρατῆρα αὐτῆς ὑποτίθεσθαι, καὶ σῶμα αὐτὴν ἔχειν αὐγοειδές, τὸ δὲ γενόμενον πᾶν
  • ἀνάγκην ἔχειν φθαρῆναι. Οἱ δὲ ἀθάνατον αὐτὴν εἶναι λέγοντες
  • μάλιστα ἐκείνοις ἰσχυρίζονται, ὅσοις καὶ κρίσεις φησὶν εἶναι μετὰ τελευτήν, καὶ ἐν Ἅιδου δικαστήρια, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς ἀκολούθων δικῶν. Τινὲς μὲν οὖν φασὶν καὶ μετενσωμάτωσιν αὐτὸν ὁμολογεῖν καὶ
  • μεταβαίνειν τὰς ψυχὰς ὡρισμένας οὔσας ἄλλας εἰς ἄλλα σώματα
  • κατ᾿ ἀξίαν ἑκάστῃ καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι ἐς τοῦτον τὸν κόσμον πάλιν πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως. Οἱ δὲ οὔ, ἀλλὰ τόπον λαγχάνειν κατ᾿ ἀξίαν ἑκάστῃ, καὶ χρῶνται μαρτυρίῳ, ὅτι φησὶ μετὰ Διός
  • τινας εἶναι, ἄλλους δὲ μετὰ ἄλλων θεῶν συμπεριπολοῦντας
  • τῶν ἀγαθῶν ἀνδρῶν, τοὺς δὲ ἐν κολάσεσιν ὑπάρχειν αἰωνίοις, ὅσοι πονηρὰ καὶ ἄδικα παρὰ τοῦτον τὸν βίον εἰσὶν ἐξειργασμένοι. Φασὶ δὲ αὐτὸν τὰ μὲν ἄμεσα λέγειν, τὰ δὲ ἔμμεσα, τὰ δὲ μέσα τῶν πραγμάτων. Ἐγρήγορσιν μὲν καὶ ὕπνον ἄμεσα,
  • καὶ ὅσα τοιαῦτα· ἔμμεσα δέ, οἶον ἀγαθὰ καὶ κακά· καὶ
  • μέσα, οἷον τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιὸν ἤ τι ἄλλο χρῶμα. Ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἔτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά·
  • εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι. Τὰς μὲν οὖν
  • ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναι φησι, κατὰ δὲ οὐσίαν μεσότητας· τιμιώτερον μὲν γὰρ οὐδὲν ἀρετῆς. Τὸ δὲ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν, οἷον τέσσαράς φησιν εἶναι ἀρετὰς φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. Τούτων
  • ἑκάστῃ παρακολουθεῖν δύο κακίας, καθ᾿ ὑπερβολὴν καὶ μείωσιν,
  • οἷον τῇ μὲν φρονήσει ἀφροσύνην κατὰ μείωσιν, πανουργίαν
    v.1.p.36
    δὲ καθ᾿ ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ ἀκολασίαν κατὰ μείωσιν, σκαιότητα καθ᾿ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ᾿ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν
  • κατὰ μείωσιν, θρασύτητα καθ᾿ ὑπερβολήν, ταύτας δὲ
  • ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν. Τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν. Τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὅταν τις ὅσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως.
  • Τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται.
  • Λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις. Τὰς δὲ κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις. Εἱμαρμένην φησὶν εἶναι, οὐ μὴν πάντα
  • καθ᾿ εἱμαρμένην γίνεσθαι, ἀλλ᾿ εἶναί τι καὶ ἐφ᾿ ἡμῖν, ἐν οἷς
  • φησίν· αἰτία ἑλομένου, θεὸς ἀναίτιος, καί· θεσμός τε Ἀδραστείας ὅδε. Οἱ δὲ οὕτω τὸ καθ᾿ εἱμαρμένην, οἱ δὲ καὶ τὸ ἐφ᾿ ἡμῖν· ἀκούσια δέ φησιν εἶναι τὰ ἁμαρτήματα· εἰς γὰρ τὸ κάλλιστον τῶν ἐν ἡμῖν, ὅπερ ἐστὶν ἡ ψυχή, οὐκ ἄν τινα τὸ κακὸν
  • παραδέξασθαι, τουτέστι τὴν ἀδικίαν· κατὰ ἄγνοιαν δὲ καὶ σφάλμα
  • τοῦ ἀγαθοῦ, οἰομένους καλόν τι ποιεῖν, ἐπὶ τὸ κακὸν ἔρχεσθαι. Καὶ λέξις τούτου ἐμφανεστάτη ἐστὶν ἐν τῇ Πολιτείᾳ, ἐν ᾗ φησιν· πάλιν δὲ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ κακία· πῶς οὖν δή τις τὸ τοιοῦτον κακὸν αἱροῖτ᾿ ἂν;
  • ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον,
  • εἴπερ τὸ νικᾶν ἑκούσιον; ὥστε ἐκ παντὸς λόγου τό γε ἀδικεῖν ἀκούσιον ὁ λόγος αἱρεῖ. Ἀντιτίθεται δέ τις αὐτῷ πρὸς τοῦτο· διὰ τί οὖν κολάζονται, εἰ ἀκουσίως ἁμαρτάνουσιν; Ὁ δὲ λέγει, ἵνα τε αὐτὸς ὅτι τάχιστα ἀπαλλαγῇ κακίας, καὶ κόλασιν
  • ὑπόσχῃ. Τὸ γὰρ κόλασιν ὑποσχεῖν οὐ κακὸν εἶναι ἀλλὰ
  • ἀγαθόν, εἴπερ μέλλει κάθαρσις τῶν κακῶν γίνεσθαι· καὶ ἵνα μηδὲν ἁμαρτάνωσιν οἱ λοιποὶ ἀκούοντες ἄνθρωποι, ἀλλὰ φυλάσσωνται τὴν τοιαύτην πλάνην. Κακοῦ δὲ φύσιν οὔτε ὑπὸ θεοῦ γενέσθαι, οὔτε καθ᾿ αὑτὴν ὑπόστασιν ἔχειν, ἀλλὰ κατ᾿
    v.1.p.38
  • ἐναντίωσιν καὶ παρακολούθησιν τοῦ ἀγαθοῦ γενέσθαι, ἢ καθ᾿
  • ὑπερβολὴν ἢ κατὰ μείωσιν, ὡς περὶ τῶν ἀρετῶν προείπομεν. Ὁ μὲν οὖν Πλάτων, καθὼς προείπομεν, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας, οὕτως ἐφιλοσόφησεν.

    Ἀριστοτέλης τούτου γενόμενος ἀκροατὴς εἰς τέχνην τὴν φιλοσοφίαν

  • ἤγαγεν, καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν
  • πάντων ὑποθέμενος οὐσίαν καὶ συμβεβηκός· τὴν μὲν οὐσίαν μίαν τὴν πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα· ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ἔχειν, κεῖσθαι, ποιεῖν, πάσχειν· τὴν μὲν οὗν οὐσίαν τοιαύτην εἶναι, οἷον θεόν, ἄνθρωπον καὶ ἕκαστον
  • τῶν τῷ ὁμοίῳ λόγῳ ὑποπεσεῖν δυναμένων. Περὶ δὲ τὰ
  • συμβεβηκότα θεωρεῖται τὸ μὲν ποιόν, οἷον λευκόν, μέλαν· τὸ δὲ ποσόν, οἷον δίπηχυ, τρίπηχυ· τὸ δὲ πρὸς τί, οἷον πατήρ, υἱός· τὸ δὲ ποῦ, οἷον Ἀθήνησι, Μεγαροῖ· τὸ δὲ πότε, οἷον ἐπὶ
  • τῆς δεκάτης ὀλυμπιάδος· τὸ δὲ ἔχειν, οἷον κεκτῆσθαι· τὸ δὲ
  • ποιεῖν, οἷον γράφειν καὶ ὅλως ἐνεργεῖν τι· τὸ δὲ κεῖσθαι, οἷον κατακεῖσθαι· τὸ δὲ πάσχειν, οἷον τύπτεσθαι. Ὑποτίθεται καὶ αὐτὸς τὰ μὲν μεσότητα ἔχειν, τὰ δὲ ἄμεσα εἶναι, ὡς εἴπομεν καὶ περὶ τοῦ Πλάτωνος. Καὶ σχεδὸν τὰ πλεῖστα τῷ Πλάτωνι
  • σύμφωνός ἐστι πλὴν τοῦ περὶ ψυχῆς δόγματος. Ὁ μὲν γὰρ
  • Πλάτων ἀθάνατον, ὁ δὲ Ἀριστοτέλης ἐπιδιαμένειν καὶ μετὰ ταῦτα καὶ ταύτην ἐναφανίζεσθαι τῷ πέμπτῳ σώματι, ὃ ὑποτίθεται εἶναι μετὰ τῶν ἄλλων τεσσάρων, τοῦ τε πυρὸς καὶ τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος λεπτότερον, οἷον πνεῦμα.
  • Ὁ μὲν οὗν Πλάτων μόνα ἀγαθὰ ὄντως τὰ περὶ ψυχὴν εἷναί
  • φησιν, καὶ ἀρκεῖν πρὸς τὴν εὐδαιμονίαν. Ὁ δὲ Ἀριστοτέλης τριγένειαν τῶν ἀγαθῶν εἰσάγει, καὶ λέγει μὴ εἶναι τέλειον τὸν σοφόν, ἐὰν μὴ παρῇ αὐτῷ καὶ τὰ τοῦ σώματος ἀγαθὰ καὶ τὰ ἐκτός, ἄ ἐστι κάλλος, ἰσχύς, εὐαισθησία, ἀρτιότης· τὰ δὲ ἐκτός,
  • πλοῦτος, εὐγένεια, δόξα, δύναμις, εἰρήνη, φιλία. Τὰ δὲ
  • ἐντὸς περὶ ψυχὴν καθὼς καὶ Πλάτωνι ἔδοξε, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. Τὰ δὲ κακά φησι καὶ οὗτος κατ᾿ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι, καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. Τὴν δὲ ψυχὴν τὴν
  • μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι, καὶ αὐτὸν τὸν κόσμον
  • v.1.p.40
    ἀΐδιον, τὴν δὲ καθ᾿ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι. Οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ ποικίλῃ στοᾷ. Ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς
  • στοᾶς Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ
  • ἔργου. Ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὖν καὶ ὁ Ἀριστοτέλης.

    Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὅροις περιέλαβον, ὁμόδοξοι

  • γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἳ ὑπέθεντο καὶ αὐτοὶ
  • ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ, καὶ αὐτοὶ δὲ τὸ καθ᾿ εἱμαρμένην εἶναι πάντη διεβεβαιώσαντο παραδείγματι χρησάμενοι τοιούτῳ, ὅτι ὥσπερ ὀχήματος ἐὰν ᾖ ἐξηρτημένος
  • κύων, ἐὰν μὲν βούληται ἕπεσθαι, καὶ ἕλκεται καὶ ἕπεται ἑκών,
  • ποιῶν καὶ τὸ αὐτεξούσιον μετὰ τῆς ἀνάγκης οἷον τῆς εἱμαρμένης· ἐὰν δὲ μὴ βούληται ἕπεσθαι, πάντως ἀναγκασθήσεται, τὸ αὐτὸ δή που καὶ ἐπὶ τῶν ἀνθρώπων· καὶ μὴ βουλόμενοι γὰρ ἀκολουθεῖν ἀναγκασθήσονται πάντως εἰς τὸ πεπρωμένον
  • εἰσελθεῖν. Τὴν δὲ ψυχὴν λέγουσι μένειν μετὰ θάνατον, εἶναι
  • δὲ σῶμα καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος, διὸ καὶ καλεῖσθαι ψυχήν. Ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι ὡρισμένων οὐσῶν τῶν ψυχῶν. Προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου,
  • οἱ μὲν παντός, οἱ δὲ μέρους, καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι
  • λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἑτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν. Σώματα δὲ πάντα ὑπέθεντο, καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ ἀνάκλασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. Ταῦτα
  • καὶ οἱ Στωϊκοί.
  • Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν πᾶσι δόξαν ἔθετο. Ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενόν. Κενὸν μὲν οἷον τόπον τῶν ἐσομένων, ἀτόμους δὲ τὴν ὕλην, ἐξ ἧς τὰ πάντα. Ἐκ δὲ τῶν ἀτόμων συνελθόντων γενέσθαι καὶ τὸν θεόν, καὶ

    v.1.p.42
  • τὰ στοιχεῖα πάντα, καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ζῶα καὶ
  • ἄλλα, ὡς μηδὲν γίνεσθαι μήτε συνεστάναι, εἰ μὴ ἐκ τῶν ἀτόμων εἴη. Τὰς δὲ ἀτόμους τὸ λεπτομερέστατον καὶ ἐφ᾿ οὗ οὐκ ἂν γένοιτο κέντρον οὐδὲ σημεῖον οὐδὲν οὐδὲ διαίρεσις οὐδεμία, ἔφη εἶναι, διὸ καὶ ἀτόμους αὐτὰς ὠνόμασε. Τὸν δὲ
  • θεὸν ὁμολογῶν εἶναι ἀΐδιον καὶ ἄφθαρτόν φησι μηδενὸς προνοεῖν,
  • καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἱμαρμένην, ἀλλὰ πάντα κατὰ αὐτοματισμὸν γίνεσθαι. Καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακοσμίοις, οὕτω καλουμένοις ὑπ᾿ αὐτοῦ· ἔξω γάρ τι τοῦ κόσμου οἰκητήριον τοῦ θεοῦ ἔθετο εἶναι, λεγόμενον τ(??)
  • μετακόσμια, ἥδεσθαί τε καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ,
  • καὶ μήτε αὐτὸν πράγματα ἔχειν μήτε ἄλλοις παρέχειν. Οἷς ἀκόλουθον καὶ τὸν περὶ τῶν σοφῶν ἀνδρῶν πεποίηται λόγον, λέγων τὸ τέλος τῆς σοφίας εἶναι ἡδονήν. Ἄλλοι δὲ ἄλλως τὸ ὄνομα τῆς ἡδονῆς ἐξέλαβον· οἱ μὲν γὰρ κατενόησαν
  • τὰς ἐπιθυμίας, οἱ δὲ τὴν ἐπὶ τῇ ἀρετῇ ἡδονήν. Τὰς δὲ ψυχὰς
  • τῶν ἀνθρώπων λύεσθαι ἅμα τοῖς σώμασιν, ὥσπερ καὶ συγγεννᾶσθαι αὐτοῖς τίθεται, αἷμα γὰρ αὐτὰς εἶναι, οὗ ἐξελθόντος ἢ τραπέντος ἀπόλλυσθαι ὅλον τὸν ἄνθρωπον, ᾧ ἀκολουθεῖ μήτε κρίσεις εἷναι ἐν Ἅιδου, μήτε δικαστήρια, ὡς ὅ
  • τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ ἀνεύθυνον
  • εἷναι παντελῶς. Οὕτως οὖν καὶ Ἐπίκουρος.

    Ἄλλη δὲ αἵρεσις φιλοσόφων ἐκλήθη Ἀκαδημαϊκή, διὰ τὸ ἐν τῇ Ἀκαδημίᾳ τὰς διατριβὰς αὐτοὺς ποιεῖσθαι, ὧν ἄρξας ὁ Πύρρων, ἀφ᾿ οὗ Πυρρώνειοι ἐκλήθησαν φιλόσοφοι, τὴν ἀκαταληψίαν

  • ἁπάντων πρῶτος εἰσήγαγεν, ὡς ἐπιχειρεῖν μὲν εἰς
  • ἑκάτερα, μὴ μέντοι ἀποφαίνεσθαι μηδέν. Οὐδὲν γὰρ εἶναι οὔτε τῶν νοητῶν οὔτε τῶν αἰσθητῶν ἀληθές, ἀλλὰ δοκεῖν τοῖς ἀνθρώποις οὕτως ἔχειν. Ῥευστήν τε εἶναι τὴν οὐσίαν πᾶσαν καὶ μεταβλητήν, καὶ μηδέποτε ἐν τῷ αὐτῷ μένειν. Οἱ μὲν
  • οὖν τῶν Ἀκαδημαϊκῶν λέγουσι μὴ δεῖν τὴν ἀρχὴν περὶ μηδενὸς
  • ἀποφαίνεσθαι, ἀλλ᾿ ἁπλῶς ἐπιχειρήσαντας ἐᾶν. Οἱ δὲ τὸ οὐ μᾶλλον προσέθεσαν, λέγοντες οὐ μᾶλλον τὸ πῦρ πῦρ εἶναι ἢ
    v.1.p.44
    ἄλλο τι. Οὐ μέν τοι ἀπεφήναντο αὐτὸ τί ἐστιν, ἀλλὰ τὸ τοιόνδε.

  • Ἔστι δὲ καὶ παρὰ Ἰνδοῖς αἵρεσις φιλοσοφουμένων ἐν
  • τοῖς Βραχμάναις, οἳ βίον μὲν αὐτάρκη προβάλλονται, ἐμψύχων δὲ καὶ τῶν διὰ πυρὸς βρωμάτων πάντων ἀπέχονται, ἀκροδρύοις ἀρκούμενοι, μηδὲ αὐτὰ ταῦτα τρυγῶντες, ἀλλὰ τὰ πίπτοντα εἰς τὴν γῆν βαστάζοντες ζῶσιν, ὕδωρ ποταμοῦ Ταγαβενὰ
  • πίνοντες. Διαβιοῦσι δὲ γυμνοί, τὸ σῶμα ἔνδυμα τῇ ψυχῇ
  • ὑπὸ τοῦ θεοῦ γεγονέναι λέγοντες. Οὗτοι τὸν θεὸν φῶς εἶναι λέγουσιν, οὐχ ὁποῖόν τις ὁρᾷ, οὐδ᾿ οἷον ἥλιος καὶ πῦρ, ἀλλά ἐστιν αὐτοῖς ὁ θεὸς λόγος, οὐχ ὁ ἔναρθρος, ἀλλὰ ὁ τῆς γνώσεως,
  • δι᾿ οὗ τὰ κρυπτὰ τῆς φύσεως μυστήρια ὁρᾶται σοφοῖς.
  • Τοῦτο δὲ τὸ φῶς, ὅ φασι λόγον τὸν θεόν, αὑτοὺς μόνους εἰδέναι Βραχμᾶνας λέγουσι, διὰ τὸ ἀπορρῖψαι μόνους τὴν κενοδοξίαν, ὅς ἐστι χιτὼν τῆς ψυχῆς ἔσχατος. Οὗτοι θανάτου καταφρονοῦσιν· ἀεὶ δὲ ἰδίᾳ φωνῇ θεὸν ὀνομάζουσι, καθὼς
  • προείπομεν, ὕμνους τε ἀναπέμπουσιν. Οὔτε δὲ γυναῖκες παρ᾿
  • αὐτοῖς οὔτε τεκνοῦσιν. Οἱ δὲ τοῦ ὁμοίου αὐτοῖς βίου ὀρεχθέντες ἐκ τῆς ἀντιπέραν χώρας τοῦ ποταμοῦ διαπερήσαντες ἐκεῖσε ἐναπομένουσιν, ἀναστρέφοντες μηκέτι· καὶ αὐτοὶ δὲ Βραχμᾶνες καλοῦνται. Βίον δὲ οὐχ ὁμοίως διάγουσιν· εἰσὶ γὰρ καὶ γυναῖκες
  • ἐν τῇ χώρᾳ, ἐξ ὧνπερ οἱ ἐκεῖ κατοικοῦντες γεννῶνται καὶ
  • γεννῶσιν. Τοῦτον δὲ τὸν λόγον, ὃν θεὸν ὀνομάζουσι, σωματικὸν εἶναι, περικείμενόν τε σῶμα ἔξωθεν ἑαυτοῦ, καθάπερ εἴ τις τὸ ἐκ τῶν προβάτων ἔνδυμα φορεῖ, ἀπεκδυσάμενον δὲ τὸ σῶμα, ὃ περίκειται, ὀφθαλμοφανῶς φαίνεσθαι. Πόλεμον δὲ
  • εἶναι ἐν τῷ περικειμένῳ αὐτῶν σώματι οἱ Βραχμᾶνες λέγουσι
  • [καὶ πλῆρες εἶναι πολεμίων αὐτοῖς τὸ σῶμα νενομίκασι], πρὸς ὃ ὡς πρὸς πολεμίους παρατεταγμένοι μάχονται, καθὼς προδεδηλώκαμεν. Πάντας δὲ ἀνθρώπους λέγουσιν αἰχμαλώτους εἷναι τῶν ἰδίων συγγενῶν πολεμίων, γαστρὸς καὶ αἰδοίων, λαιμοῦ,
  • ὀργῆς, χαρᾶς, λύπης, ἐπιθυμίας καὶ τῶν ὁμοίων. Μόνος
  • δὲ πρὸς τὸν θεὸν χωρεῖ ὁ κατὰ τούτων ἐγείρας τρόπαιον. Διὸ Δάνδαμιν μέν, πρὸς ὃν Ἀλέξανδρος ὁ Μακεδὼν εἰσῆλθεν,
    v.1.p.46
    ὡς νενικηκότα τὸν πόλεμον τὸν ἐν τῷ σώματι, Βραχμᾶνες θεολογοῦσι· Καλάνου δὲ καταφέρονται ὡς ἀσεβῶς ἀποστατήσαντος
  • τῆς κατ᾿ αὐτοὺς φιλοσοφίας. Ἀποθέμενοι δὲ Βραχμᾶνες
  • τὸ σῶμα ὥσπερ ἐξ ὕδατος ἰχθύες ἀνακύψαντες εἰς ἀέρα καθαρὸν ὁρῶσι τὸν ἥλιον.

    Δρυΐδαι οἱ ἐν Κελτοῖς τῇ Πυθαγορείῳ φιλοσοφίᾳ κατ᾿ ἄκρον ἐγκύψαντες, αἰτίου αὐτοῖς γενομένου ταύτης τῆς ἀσκήσεως

  • Ζαμόλξιδος δούλου Πυθαγόρου, γένει Θρᾳκίου· ὃς μετὰ
  • τὴν Πυθαγόρου τελευτὴν ἐκεῖ χωρήσας αἴτιος τούτοις ταύτης τῆς φιλοσοφίας ἐγένετο. Τούτους Κελτοὶ ὡς προφήτας καὶ προγνωστικοὺς δοξάζουσιν, διὰ τὸ ἐκ ψήφων καὶ ἀριθμῶν Πυθαγορικῇ τέχνῃ προαγορεύειν αὐτούς τινα, ἧς καὶ αὐτῆς τέχνης
  • τὰς ἐφόδους οὐ σιωπήσομεν, ἐπεὶ καὶ ἐκ τούτων τινὲς αἱρέσεις
  • παρεισάγειν ἐτόλμησαν. Χρῶνται δὲ Δρυΐδαι καὶ μαγείαις.

    Ἡσίοδος δὲ ὁ ποιητὴς καὶ αὐτὸς περὶ φύσεως οὕτω λέγει ἀκηκοέναι παρὰ Μουσῶν. Διὸς δὲ εἶναι τὰς Μούσας θύγατέρας. Ἐννέα γὰρ νύκτας ὁμοῦ καὶ ἡμέρας δι᾿ ὑπερβολὴν

  • ἐπιθυμίας ἀδιαλείπτως συνευνηθέντος τῇ Μνημοσύνῃ· τοῦ Διός,
  • ἐννέα ταύτας τὴν Μνημοσύνην συλλαβεῖν ἐν μιᾷ γαστρί, ἐφ᾿ ἑκάστης νυκτὸς ὑποδεξαμένην μίαν. Καλέσας οὖν τὰς ἐννέα Μούσας ἀπὸ τῆς Πιερίας, τουτέσαν ἀπὸ τοῦ Ὀλύμπου, διδαχθῆναι παρεκάλει,
  • . . . ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο,
  • καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἶδμά τε πόντου, ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, ὡς στέφανον δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο, ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
  • . . . Ταῦτά μοι Μοῦσαι, φησίν, ἕσπετ᾿
  • ἐξ ἀρχῆς καὶ ἔπειθ᾿ ὅ τι περ πρῶτον γένετ᾿ αὐτῶν. Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα Γαῖ᾿ εὐρύστερνος πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἂθανάτων, οἳ ἔχουσι κάρην νιφόεντος Ὀλύμπου,
    v.1.p.48
  • Τάρταρά τ᾿ ἠνεμόεντα μυχῷ χθονὸς εὐρυοδείης
  • ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι λυσιμελὴς πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων, δάμναται ἐν στήθεσφι νόον καὶ ἐπίφρονα βουλήν. Ἐκ Χάεος δ᾿ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο.
  • Νυκτὸς δ᾿ αὐτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο.
  • γαῖα δέ τοι πρώτη μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρα ἔῃ μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. Γείνατο δ᾿ οὔρεα μακρὰ θεῶν χαρίεντας ἐναύλους
  • Νυμφέων, αἳ ναίουσι κατ᾿ οὔρεα βησσήεντα.
  • Ἠδὲ καὶ ἀτρύγετον Πέλαγος τέκεν οἴδματι θῦον Πόντον ἄτερ φιλότητος ἐφιμέρου, αὐτὰρ ἔπειτα Οὐρανῷ εὐνηθεῖσα τέκ᾿ Ὠκεανὸν βαθυδίνην Κοῖόν τε Κρεῖόν θ᾿, Ὑπερίονά τ᾿, Ἰάπετόν τε
  • Θείαν τε Ῥεῖαν τε, Θέμιν τε, Μνημοσύνην τε,
  • Φοίβην τε χρυσοστέφανον, Τηθύν τ᾿ ἐρατεινὴν, τοὺς δὲ μετ᾿ ἀκρότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων, θαλερὸν δ᾿ ἤχθῆρε τοκῆα. Γείνατο δ᾿ αὖ Κύκλωπας, ὑπέρβιον ἦτορ ἔχοντας.
  • Καὶ τοὺς ἄλλους πάντας ἀπὸ τοῦ Κρόνου καταριθμεῖ Γίγαντας.
  • Ὕστερον δέ που ἐκ τῆς Ῥέας γεγονέναι τὸν Δία.

    Οὗτοι μὲν οὗν πάντες περὶ τῆς τοῦ παντὸς φύσεώς τε καὶ γενέσεως ταῦτα καθὼς ἐξεθέμεθα τῇ αὐτῶν δόξῃ ἐξεῖπον. Οἱ δὲ πάντες κάτω τοῦ θείου χωρήσαντες περὶ τὴν τῶν γενομένων

  • οὐσίαν ἠσχολήθησαν, τὰ μεγέθη τῆς κτίσεως καταπλαγέντες,
  • καὶ αὐτὰ τὸ θεῖον εἶναι νομίσαντες, ἕτερος ἕτερον μέρος τῆς κτίσεως προκρίναντες, τὸν δὲ θεὸν τούτων καὶ δημιουργὸν μὴ ἐπιγνόντες.

    Τὰς μὲν οὗν τῶν καθ᾿ Ἕλληνας φιλοσοφεῖν ἐπικεχειρηκότων

  • δόξας ἱκανῶς ἐκτεθεῖσθαι νομίζω, παρ᾿ ὧν τὰς ἀφορμὰς
  • λαβόντες οἱ αἱρετικοὶ τὰ μετ᾿ οὐ πολὺ ῥηθησόμενα ἐπεχείρησαν. Δοκεῖ δὲ πρότερον ἐκθεμένους τὰ μυστικὰ καὶ ὅσα περιέργως περὶ ἄστρα τινὲς ἢ μεγέθη ἐφαντάσθησαν, εἰπεῖν· καὶ γὰρ ἐξ
    v.1.p.50
    αὐτῶν λαβόντες ἀφορμὰς τερατολογεῖν νομίζονται τοῖς πολλοῖς·
  • ἔπειτα ἀκολούθως τὰ ὑπ᾿ αὐτῶν ἀδρανῆ δόγματα φανερώσομεν.