Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου.

Τίνα τὰ δόξαντα τοῖς φυσικοῖς φιλοσόφοις καὶ τίνες οὗτοι, καὶ τίνα τὰ τοῖς ἠθικοῖς καὶ τίνες οὗτοι, καὶ τίνα τὰ τοῖς διαλεκτικοῖς καὶ τίνες οἱ διαλεκτικοί.

  • Φυσικοὶ μὲν οὖν Θαλῆς, Πυθαγόρας, Ἐμπεδοκλῆς, Ἡράκλειτος,
  • Ἀναξίμανδρος, Ἀναξιμένης, Ἀναξαγόρας, Ἀρχέλαος, Παρμενίδης, Λεύκιππος, Λημόκριτος, Ξενοφάνης, Ἔκφαντος, Ἵππων.

    Ἠθικοὶ Σωκράτης Ἀρχελάου μαθητὴς τοῦ φυσικοῦ, Πλάτων Σωκράτου μαθητής· οὗτος τὰς τρεῖς φιλοσοφίας ἔμιξεν.

  • Διαλεκτικοὶ Ἀριστοτέλης Πλάτωνος μαθητής· οὗτος τὴν
  • διαλεκτικὴν συνεστήσατο. Στωϊκοὶ δὲ Χρύσιππος, Ζήνων.

    Ἐπίκουρος δὲ σχεδὸν ἐναντίαν δόξαν πᾶσιν ἐπεχείρησεν. Πύρρων ὁ Ἀκαδήμιος· οὗτος ἀκαταληψίαν τῶν πάντων λέγει. Βραχμᾶνες οἱ ἐν Ἰνδοῖς, Δρυΐδαι οἱ ἐν Κελτοῖς, καὶ Ἡσίοδος.

  • Οὐδένα μῦθον τῶν παρ᾿ Ἕλλησιν ὠνομασμένων παραιτητέον.
  • Πιστὰ γὰρ καὶ τὰ ἀσύστατα αὐτῶν δόγματα ἡγητέον διὰ τὴν ὑπερβάλλουσαν τῶν αἱρετικῶν μανίαν, οἳ διὰ τὸ σιωπᾶν ἀποκρύπτειν τε τὰ ἄρρητα ἑαυτῶν μυστήρια ἐνομίσθησαν πολλοῖς θεὸν σέβειν· ὧν καὶ πάλαι μετρίως τὰ δόγματα ἐξεθέμεθα,
  • οὐ κατὰ λεπτὸν ἐπιδείξαντες, ἀλλὰ ἁδρομερῶς ἐλέγξαντες, μηδὲν
  • ἄξιον ἡγησάμενοι τὰ ἄρρητα αὐτῶν εἰς φῶς ἄγειν, ὅπως,
    v.1.p.4
    δι᾿ αἰνιγμάτων ἡμῶν ἐκθεμένων τὰ δόξαντα αὐτοῖς, αἰσχυνθέντες μήποτε καὶ τὰ ἄρρητα ἐξειπόντες ἀθέους ἐπιδείξωμεν, παύσωνταί τι τῆς ἀλογίστου γνώμης καὶ ἀθεμίτου ἐπιχειρήσεως. Ἀλλ᾿
  • ἐπεὶ ὁρῶ μὴ δυσωπουμένους αὐτοὺς τὴν ἡμετέραν ἐπιείκειαν
  • μηδὲ λογιζομένους, ὡς θεὸς μακροθυμεῖ ὑπ᾿ αὐτῶν βλασφημούμενος, ὅπως ἢ αἰδεσθένιες μετανοήσωσιν ἢ ἐπιμείναντες δικαίως κριθῶσι, βιασθεὶς πρόειμι δείξων αὐτῶν τὰ ἀπόρρητα μυστήρια, ἃ τοῖς μυουμένοις μετὰ μεγάλης ἀξιοπιστίας παραδιδόασιν
  • οὐ πρότερον ὁμολογήσαντες, εἰ μὴ τὸν τοιοῦτον δουλώσωνται
  • χρόνῳ ἀνακρεμάσαντες καὶ βλάσφημον πρὸς τὸν ὄντως θεὸν κατασκευάσαντες καὶ περιεργίᾳ γλιχόμενον τῆς ἐπαγγελίας ἴδωσι. Καὶ τότε δοκιμάσαντες δέσμιον εἶναι τῆς ἁμαρτίας μυοῦσι τὸ τέλειον τῶν κακῶν παραδιδόντες, ὅρκοις δήσαντες
  • μήτε ἐξειπεῖν μήτε τῷ τυχόντι μεταδοῦναι, εἰ μὴ ὁμοίως
  • δουλωθείη, οὗ μόνον παραδοθέντος οὐκ ἔτι ὅρκος ἀναγκαῖος ἦν. Ὁ γὰρ ὑπομείνας παθεῖν καὶ παραλαβεῖν τὰ τέλεια αὐτῶν μυστήρια ἱκανῶς αὐτῷ τῷ ἔργῳ πρός τε τὴν ἰδίαν συνείδησιν καὶ πρὸς τὸ ἑτέροις μὴ ἐξειπεῖν ἔσται δεδεμένος. Εἰ
  • γὰρ ἐξείποι τινὶ ἀνθρώπων τὸ τοιοῦτον ἀνόμημα, οὔτε ἐν ἀνθρώποις
  • λογισθήσεται οὔτε τὸ φῶς ὁρᾶν ἄξιος ἡγηθήσεται, εἰ καὶ ἄλογα ὄντα τοιοῦτον ἀνόμημα οὐκ ἐπιχειρεῖ, καθὼς ἐν τοῖς τόποις γενόμενοι ἐροῦμεν. Ἀλλ᾿ ἐπεὶ ἀναγκάζει ἡμᾶς ὁ λόγος εἰς μέγαν βυθὸν διηγήσεως ἐπιβῆναι, οὐχ ἡγούμεθα σιγᾶν, ἀλλὰ
  • τὰ πάντων δόγματα κατὰ λεπτὸν ἐκθέμενοι οὐδὲν σιωπήσομεν.
  • Δοκεῖ δὲ, εἰ καὶ μακρότερος ἔσται λόγος, μὴ καμεῖν. Οὐδὲ γὰρ μικράν τινα βοήθειαν τῷ τῶν ἀνθρώπων βίῳ καταλείψομεν πρὸς τὸ μηκέτι πλανᾶσθαι, φανερῶς πάντων ὁρώντων τὰ κρύφια αὐτῶν καὶ ἄρρητα ὄργια, ἃ ταμιευόμενοι μόνοις τοῖς μύσταις
  • παραδιδόασιν. Ταῦτα δὲ ἕτερος οὐκ ἐλέγξει, ἢ τὸ ἐν ἐκκλησίᾳ
  • παραδοθὲν ἅγιον πνεῦμα, οὗ τυχόντες πρότεροι οἱ ἀπόστολοι μετέδοσαν τοῖς ὀρθῶς πεπιστευκόσιν· ὧν ἡμεῖς διάδοχοι τυγχάνοντες τῆς τε αὐτῆς χάριτος μετέχοντες ἀρχιερατείας τε καὶ διδασκαλίας καὶ φρουροὶ τῆς ἐκκλησίας λελογισμένοι οὐκ
  • ὀφθαλμῷ νυστάζομεν, οὐδὲ λόγον ὀρθὸν σιωπῶμεν, ἀλλ᾿ οὐδὲ
  • v.1.p.6
    πάσῃ ψυχῇ καὶ σώματι ἐργαζόμενοι κάμνομεν ἄξια ἀξίως θεῷ τῷ εὐεργέτῃ ἀνταποδιδόναι πειρώμενοι, καὶ οὐδὲ οὕτως κατ᾿ ἀξίαν ἀνταμειβόμενοι, πλὴν ἐν οἷς πεπιστεύμεθα μὴ ἀτονοῦντες, ἀλλὰ τοῦ ἰδίου καιροῦ τὰ μέτρα ἐπιτελοῦντες, καὶ ὅσα
  • τὸ ἅγιον πνεῦμα πᾶσιν ἀφθόνως κοινωνοῦντες· οὐ
  • μόνον ἀλλότρια δι᾿ ἐλέγχου εἰς φανερὸν ἄγοντες, ἀλλὰ καὶ ὅσιε ἡ ἀλήθεια ὑπὸ τῆς τοῦ πατρὸς χάριτος παραλαβοῦσα ἀνθρώποις διηκόνησε, ταῦτα καὶ διὰ λόγου σημειούμενοι καὶ διὰ γραμμάτων ἐμμάρτυρα ποιούμενοι ἀνεπαισχύντως κηρύσσομεν.
  • Ἴνα οὖν, καθὼς φθάσαντες εἴπομεν, ἀθέους αὐτοὺς ἐπιδείξωμεν
  • καὶ κατὰ γνώμην καὶ κατὰ τρόπον καὶ κατὰ ἔργον, ὅθεν τε τὰ ἐπιχειρήματα αὐτοῖς γεγένηται, καὶ ὅτι μηθὲν ἐξ ἁγίων γραφῶν λαβόντες ταῦτα ἐπεχείρησαν, ἤ τινος ἁγίου διαδοχὴν φυλάξαντες ἐπὶ ταῦτα ὥρμησαν, ἀλλ᾿ ἔστιν αὐτοῖς τὰ δοξαζόμενα
  • ἀρχὴν μὲν ἐκ τῆς Ἑλλήνων σοφίας λαβόντα, ἐκ δογμάτων
  • φιλοσοφουμένων καὶ μυστηρίων ἐπικεχειρημένων καὶ ἀστρολόγων ῥεμβομένων· δοκεῖ οὖν πρότερον ἐκθεμένους τὰ δόξαντα τοῖς τῶν Ἑλλήνων φιλοσόφοις ἐπιδεῖξαι τοῖς ἐντυγχάνουσιν ὄντα τούτων παλαιότερα καὶ πρὸς τὸ θεῖον σεμνότερα· ἔπειτα
  • συμβαλεῖν ἑκάστην αἵρεσιν ἑκάστῳ, ὡς τούτοις τοῖς ἐπιχειρήμασιν
  • ἐπιβαλόμενος ὁ πρωτοστάτης τῆς αἱρέσεως ἐπλεονέκτησε λαβόμενος τὰς ἀρχὰς καὶ ἐκ τούτων ἐπὶ τὰ χείρονα ὁρμηθεὶς δόγμα συνεστήσατο. Ἔστι μὲν οὖν πόνου μεστὸν τὸ ἐπιχειρούμενον καὶ πολλῆς δεόμενον ἱστορίας· ἀλλὰ οὐκ ἐνδεήσομεν,
  • ὕστερον γὰρ εὐφρανεῖ ὡς ἀθλητὴν μετὰ πολλοῦ πόνου στεφάνου
  • τυχόντα ἢ ἔμπορον μετὰ μέγαν θαλάσσης σάλον κερδάναντα ἢ γεωργὸν μετὰ ἱδρῶτα προσώπου καρπῶν ἀπολαύσαντα ἢ προφήτην μετὰ ὀνειδισμοὺς καὶ ὕβρεις ὁρῶντα τὰ λαληθέντα ἀποβαίνοντα. Ἀρξάμενοι τοίνυν ἐροῦμεν, τίνες οἱ
  • παρ᾿ Ἕλλησι πρῶτον φιλοσοφίαν φυσικὴν ἐπιδείξαντες. Τούτων
  • γὰρ μάλιστα γεγένηνται κλεψίλογοι οἱ τῶν αἱρέσεων πρωτοστατήσαντες, ὡς μετέπειτα ἐν τῇ πρὸς ἀλλήλους συμβολῇ ἐπιδείξομεν. Ἑκάστῳ δὲ τῶν προαρξαμένων τὰ ἴδια ἀποδιδόντες γυμνοὺς καὶ ἀσχήμονας τοὺς αἱρεσιάρχας παραστήσομεν.

    v.1.p.8

  • Λέγεται Θαλῆν τὸν Μιλήσιον ἕνα τῶν ἑπτὰ σοφῶν
  • πρῶτον ἐπικεχειρηκέναι φιλοσοφίαν φυσικήν. Οὗτος ἔφη ἀρχὴν τοῦ παντὸς εἶναι καὶ τέλος τὸ ὕδωρ. Ἐκ γὰρ αὐτοῦ τὰ πάντα συνίστασθαι πηγνυμένου καὶ πάλιν διανιεμένου ἐπιφέρεσθαί τε αὐτῷ τὰ πάντα, ἀφ᾿ οὗ καὶ σεισμοὺς καὶ πνευμάτων
  • στροφὰς καὶ ἄστρων κινήσεις· καὶ τὰ πάντα φέρεσθαί τε καὶ
  • ῥεῖν τῇ τοῦ πρώτου ἀρχηγοῦ τῆς γενέσεως αὐτῶν φύσει συμφερόμενα. Θεῖον δὲ τοῦτο εἶναι, τὸ μήτ᾿ ἀρχὴν μήτε τελευτὴν ἔχον. Οὗτος περὶ τὸν τῶν ἄστρων λόγον καὶ τὴν ζήτησιν ἀσχοληθεὶς Ἕλλησι ταύτης τῆς μαθήσεως αἴτιος πρῶτος γίγνεται, ὃς ἀποβλέπων
  • πρὸς τὸν οὐρανὸν καὶ τὰ ἄνω ἐπιμελῶς κατανοεῖν λέγων
  • εἰς φρέαρ ἐνέπεσεν, ὃν ἐγγελῶσά τις θεραπαινίς, Θρᾷττα τοὔνομα, ἔφη· τὰ ἐν οὐρανῷ προθυμούμενος εἰδέναι τὰ ἐν ποσὶν οὐκ οἶδεν. Ἐγένετο δὲ κατὰ Κροῖσον.

  • Ἔστι δὲ καὶ ἑτέρα φιλοσοφία οὐ μακρὰν τῶν αὐτῶν
  • χρόνων, ἧς ἦρξε Πυθαγόρας, ὃν Σάμιόν τινες λέγουσιν. ἣν Ἰταλικὴν προσηγόρευσαν διὰ τὸ τὸν Πυθαγόραν φεύγοντα Πολυκράτην τὸν Σάμιον τύραννον οἰκῆσαι πόλιν τῆς Ἰταλίας κἀκεῖ τὸν βίον πληρῶσαι. Οὗ τὴν αἵρεσιν οἱ διαδεξάμενοι οὐ πολὺ
  • διήνεγκαν τοῦ αὐτοῦ φρονήματος. Καὶ αὐτὸς δὲ περὶ φυσικῶν
  • ζητήσας ἔμιξεν ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν [καὶ ἀριθμητικήν]. Καὶ οὕτως μονάδα μὲν εἶναι ἀπεφήνατο τὸν θεόν, ἀριθμοῦ δὲ φύσιν περιέργως καταμαθὼν μελῳδεῖν ἔφη τὸν κόσμον καὶ ἁρμονίᾳ συγκεῖσθαι, καὶ τῶν ἑπτὰ ἄστρων
  • πρῶτος τὴν κίνησιν εἰς ῥυθμὸν καὶ μέλος ἤγαγεν. Θαυμάσας
  • δὲ τὴν διοίκησιν τῶν ὅλων ἠξίωσε τὰ πρῶτα σιγᾶν τοὺς μαθητὰς, οἱονεὶ μύστας τοῦ παντὸς εἰς τὸν κόσμον ἥκοντας· εἶτα ἐπειδὰν αὐτοῖς ἱκανῶς παιδείας τῆς τῶν λόγων δόξῃ μετεῖναι καὶ δυνατῶς περὶ ἄστρων καὶ φύσεως φιλοσοφήσωσι, καθαροὺς
  • κρίνας τότε κελεύει φθέγγεσθαι. Οὗτος τοὺς μαθητὰς διεῖλε
  • καὶ τοὺς μὲν ἐσωτερικούς, τοὺς δὲ ἐξωτερικοὺς ἐκάλεσεν. Τοῖς δὲ τὰ τελεώτερα μαθήματα ἐπίστευε, τοῖς δὲ τὰ μετριώτερα.
    v.1.p.10
    ἐφήψατο δὲ καὶ μαγικῆς, ὥς φασι, καὶ φυσιογνωμονικὴν αὐτὸς ἐξεῦρεν ἀριθμούς τινας καὶ μέτρα ὑποθέμενος, λέγων τὴν ἀρχὴν
  • τῆς ἀριθμητικῆς φιλοσοφίαν κατὰ σύνθεσιν περιέχειν τόνδε
  • τὸν τρόπον. Ἀριθμὸς γέγονε πρῶτος ἀρχή, ὅπερ ἐστὶν ἀόριστον, ἀκατάληπτον, ἔχων ἐν ἑαυτῷ πάντας τοὺς ἐπ᾿ ἄπειρον δυναμένους ἐλθεῖν ἀριθμοὺς κατὰ τὸ πλῆθος. Τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ᾿ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶ
  • μονὰς ἄρσην γεννῶσα πατρικῶς πάντας τοὺς ἄλλους ἀριθμούς.
  • Δεύτερον ἡ δυὰς θῆλυς ἀριθμός, ὁ δὲ αὐτος καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. Τρίτον ἡ τριὰς ἀριθμὸς ἄρσην, οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. Ἐπὶ πᾶσι δὲ τούτοις ἡ τετρὰς θῆλυς ἀριθμός, ὁ δὲ
  • αὐτὸς καὶ ἄρτιος καλεῖται ὅτι θῆλυς ἐστίν. Γεγόνασιν οὖν οἱ
  • πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δ᾿ ἦν τὸ γένος ἀόριστος), ἀφ᾿ ὧν ὁ τέλειος αὐτοῖς συνέστηκεν ἀριθμὸς ἡ δεκάς. Τὸ γὰρ ἓν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ᾿ οὐσίαν τὸ οἰκεῖον ὄνομα.
  • Ταύτην ὁ Πυθαγόρας ἔφη ἱερὰν τετρακτύν, πηγὴν ἀεννάου
  • φύσεως ῥιζώματα ἔχουσαν ἐν ἑαυτῇ, καὶ ἐκ τούτου τοῦ ἀριθμοῦ πάντας ἔχειν τοὺς ἀριθμοὺς τὴν ἀρχήν. ὁ γὰρ ἕνδεκα καὶ ὁ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τοῦ εἷναι ἐκ τοῦ δέκα μετέχουσι. Ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα
  • καλεῖται μέρη ἀριθμός, μονάς, δύναμις, κύβος. Ὧν καὶ ἐπιπλοκαὶ
  • καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἀποτελοῦσαι· ὅταν γὰρ δύναμις αὐτὴ ἐφ᾿ ἑαυτὴν κυβισθῇ, γέγονε δυναμοδύναμις· ὅταν δὲ δύναμις ἐπὶ κύβον, γέγονε δυναμόκυβος, ὅταν δὲ κύβος ἐπὶ κύβον, γέγονε
  • κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμούς, ἐξ ὧν ἡ τῶν γινομένων
  • v.1.p.12
    γένεσις γίνεται, ἑπτά· ἀριθμὸν, μονάδα, δύναμιν, κύβον, δυναμοδύναμιν, δυναμόκυβον, κυβόκυβον.

    Οὗτος καὶ ψυχὴν ἀθάνατον εἶπε καὶ μετενσωμάτωσιν· διὸ ἔλεγεν ἑαυτὸν πρὸ μὲν τῶν Τρωϊκῶν Αἰθαλίδην γεγονέναι, ἐν

  • δὲ τοῖς Τρωϊκοῖς Εὔφορβον, μετὰ δὲ ταῦτα Ἑρμότιμον Σάμιον,
  • μεθ᾿ ὅν Πύρρον Δήλιον, πέμπτον Πυθαγόραν. Διόδωρος δὲ ὁ Ἐρετριεὺς καὶ Ἀριστόξενος ὁ μουσικός φασι πρὸς Ζαράταν τὸν Χαλδαῖον ἐληλυθέναι Πυθαγόραν· τὸν δὲ ἐκθέσθαι αὐτῷ δύο εἶναι ἀπ᾿ ἀρχῆς τοῖς οὖσιν αἴτια, πατέρα καὶ μητέρα· καὶ
  • πατέρα μὲν φῶς, μητέρα δὲ σκότος, τοῦ δὲ φωτὸς μέρη θερμόν,
  • ξηρόν, κοῦφον, ταχύ· τοῦ δὲ σκότους ψυχρόν, ὑγρόν, βαρύ, βραδύ· ἐκ δὲ τούτων πάντα τὸν κόσμον συνεστάναι, ἐκ θηλείας καὶ ἄρρενος. Εἶναι δὲ τὸν κόσμον φύσιν κατὰ μουσικὴν ἁρμονίαν, διὸ καὶ τὸν ἥλιον ποιεῖσθαι τὴν περίοδον ἐναρμόνιον.
  • Περὶ δὲ τῶν ἐκ γῆς καὶ κόσμου γινομένων τάδε φασὶ
  • λέγειν τὸν Ζαράταν· δύο δαίμονας εἶναι, τὸν μὲν οὐράνιον, τὸν δὲ χθόνιον· καὶ τὸν μὲν χθόνιον ἀνιέναι τὴν γένεσιν ἐκ τῆς γῆς· εἶναι δὲ ὕδωρ· τὸν δὲ οὐράνιον πῦρ μετέχον τοῦ ἀέρος, θερμὸν τοῦ ψυχροῦ· διὸ καὶ τούτων οὐδὲν ἀναιρεῖν οὐδὲ
  • μιαίνειν φησὶ τὴν ψυχήν· ἐστὶ γὰρ ταῦτα οὐσία τῶν πάντων.
  • Κυάμους δὲ λέγεται παραγγέλλειν μὴ ἐσθίειν, αἰτίᾳ τοῦ τὸν Ζαράταν εἰρηκέναι κατὰ τὴν ἀρχὴν καὶ σύγκρισιν τῶν πάντων συνισταμένης τῆς γῆς ἔτι καὶ συνσεσημμένης γενέσθαι τὸν κύαμον. τούτου δὲ τεκμήριόν φησιν, εἴ τις καταμασησάμενος λεῖον
  • τὸν κύαμον καταθείη πρὸς ἥλιον χρόνον τινά (τοῦτο γὰρ εὐθέως
  • ἀντιλήψεται), προσφέρειν ἀνθρωπίνου γόνου ὀδμήν. Σαφέστερον δὲ εἶναι καὶ ἕτερον παράδειγμα λέγει, εἰ ἀνθοῦντος τοῦ κυάμου λαβόντες τὸν κύαμον καὶ τὸ ἄνθος αὐτοῦ καὶ καταθέντες εἰς χύτραν ταύτην τε καταχρίσαντες εἰς γῆν κατορύξαιμεν
  • καὶ μετ᾿ ὀλίγας ἡμέρας ἀνακαλύψαιμεν, ἴδοιμεν αὐτὸ εἶδος
  • ἔχον τὸ μὲν πρῶτον ὡς αἰσχύνην γυναικός, μετὰ δὲ ταῦτα κατανοούμενον παιδίου κεφαλὴν συμπεφυκυῖαν. Οὗτος ἐν Κρότωνι τῆς Ἰταλίας ἅμα τοῖς μαθηταῖς ἐμπυρισθεὶς διεφθάρη. Ἔθος δὲ τοῦτο ἦν παρ᾿ αὐτῷ, ἐπειδὰν προσῄει τις μαθητευσόμενος,
  • πιπράσκειν τὰ ὑπάρχοντα καὶ τὸ ἀργύριον κατατιθέναι
  • v.1.p.14
    ἐσφραγισμένον παρὰ τῷ Πυθαγόρᾳ, καὶ ὑπέμεινε σιωπῶν ὅτε μὲν ἔτη τρία, ὅτε δὲ πέντε καὶ μανθάνων. αὖθις δὲ λυθεὶς ἐμίσγετο τοῖς ἑτέροις καὶ παρέμενε μαθητὴς καὶ συνειστιᾶτο ἅμα, εἰ δ᾿ οὐ, ἀπελάμβανε τὸ ἴδιον καὶ ἀπεβάλλετο.
  • Οἱ μὲν οὖν ἐσωτερικοὶ ἐκαλοῦντο Πυθαγόρειοι, οἱ δὲ
  • ἕτεροι Πυθαγορισταί. Τῶν δὲ μαθητῶν αὐτοῦ οἱ διαφυγόντες τὸν ἐμπρησμὸν Λῦσις ἦν καὶ Ἄρχιππος καὶ ὁ τοῦ Πυθαγόρου οἰκέτης Ζάμολξις, ὃς καὶ τοὺς παρὰ Κελτοῖς Δρυΐδας λέγεται διδάξαι φιλοσοφεῖν τὴν Πυθαγόρειον φιλοσοφίαν. Τοὺς δὲ
  • ἀριθμοὺς καὶ τὰ μέτρα παρὰ Αἰγυπτίων φασὶ τὸν Πυθαγόραν
  • μαθεῖν, ὃς καταπλαγεὶς τῇ τῶν ἱερέων ἀξιοπίστῳ καὶ φαντασιώδει καὶ δυσχερῶς ἐξαγορευομένῃ σοφίᾳ, μιμησάμενος ὁμοίως καὶ αὐτὸς σιγᾶν προσέταξεν καὶ ἐν ἀδύτοις καταγείοις ἐρημεῖν ἐποίει μανθάνοντας.

  • Ἐμπεδοκλῆς δὲ μετὰ τούτους γενόμενος καὶ περὶ δαιμόνων
  • φύσεως εἶπε πολλά, ὡς ἀναστρέφονται διοικοῦντες τὰ κατὰ τὴν γῆν ὄντες πλεῖστοι. Οὗτος τὴν τοῦ παντὸς ἀρχὴν νεῖκος καὶ φιλίαν ἔφη· καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεόν,
  • καὶ συνεστάναι ἐκ πυρὸς τὰ πάντα καἲ εἰς πῦρ ἀναλυθήσεσθαι·
  • ᾦ σχεδὸν καὶ οἱ Στωϊκοὶ συντίθενται δόγματι, ἐκπύρωσιν προσδοκῶντες. μάλιστα δὲ πάντων συγκατατίθεται τῇ μετενσωματώσει, οὕτως εἰπών· Ἤτοι μὲν γὰρ ἐγὼ γενόμην κοῦρός τε κόρη τε
  • θαμνός τ᾿ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.
  • Οὗτος πάσας εἰς πάντα τὰ ζῶα μεταλλάττειν εἶπε τὰς ψυχάς. Καὶ γὰρ ὁ τούτων διδάσκαλος Πυθαγόρας ἔφη ἑαυτὸν Εὔφορβον γεγονέναι τὸν ἐπὶ Ἴλιον στρατεύσαντα, φάσκων ἐπιγινώσκειν τὴν ἀσπίδα. Ταῦτα μὲν ὁ Ἐμπεδοκλῆς.

  • Ἡράκλειτος δὲ φυσικὸς φιλόσοφος, ὁ Ἐφέσιος, τὰ πάντα
  • ἔκλαιεν ἄγνοιαν τοῦ παντὸς βίου καταγινώσκων καὶ πάντων ἀνθρώπων, ἐλεῶν δὲ τὸν τῶν θνητῶν βίον. αὐτὸν μὲν γὰρ ἔφασκε τὰ πάντα εἰδέναι, τοὺς δὲ ἄλλους ἀνθρώπους οὐδέν. Καὶ αὐτὸς δὲ σχεδὸν σύμφωνα τῷ Ἐμπεδοκλεῖ ἐφθέγξατο, στάσιν
  • καὶ φιλίαν φήσας τῶν ἁπάντων ἀρχὴν εἶναι καὶ πῦρ νοερὸν
  • v.1.p.16
    τὸν θεὸν συμφέρεσθαί τε τὰ πάντα ἀλλήλοις καὶ οὐχ ἑστάναι, καὶ ὥσπερ ὁ Ἐμπεδοκλῆς πάντα τὸν καθ᾿ ἡμᾶς τόπον ἔφη κακῶν μεστὸν εἶναι καὶ μέχρι μὲν σελήνης τὰ κακὰ φθάνειν ἐκ τοῦ περὶ γῆν τόπου ταθέντα, περαιτέρω δὲ μὴ χωρεῖν,
  • ἅτε καθαρωτέρου τοῦ ὑπὲρ τὴν σελήνην παντὸς ὄντος τόπου.
  • Οὕτω καὶ τῷ Ἡρακλείτῳ ἔδοξεν.

    Μετὰ τούτους ἐγένοντο καὶ ἕτεροι φυσικοί, ὧν οὐκ ἀναγκαῖον ἡγησάμεθα τὰς δόξας εἰπεῖν, μηδὲν τῶν προειρημένων ἀπεμφαινούσας. Ἀλλ᾿ ἐπεὶ καθόλου οὐ μικρὰ γεγένηται

  • ἡ σχολὴ πολλοί τε οἱ μετέπειτα φυσικοὶ ἐξ αὐτῶν γεγένηνται
  • ἄλλοι ἄλλως περὶ φύσεως τοῦ παντὸς διηγούμενοι, καὶ δοκεῖ ἡμῖν τὴν ἀπὸ Πυθαγόρου ἐκθεμένους φιλοσοφίαν κατὰ διαδοχὴν ἀναδραμεῖν ἐπὶ τὰ δόξαντα τοῖς μετὰ Θαλῆν, καὶ ταῦτα ἐξειπόντας ἐλθεῖν ἐπί τε τὴν ἠθικὴν καὶ λογικὴν φιλοσοφίαν,
  • ὧν ἦρξαν Σωκράτης μὲν ἠθικῆς, Ἀριστοτέλης δὲ διαλεκτικῆς.
  • Θαλοῦ τοίνυν Ἀναξίμανδρος γίνεται ἀκροατής. Ἀναξίμανδρος Πραξιάδου Μιλήσιος. Οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύσιν τινὰ τοῦ ἀπείρου, ἐξ ἧς γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους. Ταύτην δ᾿ ἀΐδιον εἶναι καὶ ἀγήρω,

  • ἣν καὶ πάντας περιέχειν τοὺς κόσμους. Λέγει δὲ χρόνον ὡς
  • ὡρισμένης τῆς γενέσεως καὶ τῆς οὐσίας καὶ τῆς φθορᾶς. Οὗτος μὲν ἀρχὴν καὶ στοιχεῖον εἴρηκε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοὔνομα καλέσας τῆς ἀρχῆς. Πρὸς δὲ τούτῳ κίνησιν ἀΐδιον εἶναι, ἐν ᾗ συμβαίνειν γίνεσθαι τοὺς οὐρανούς. Τὴν δὲ
  • γῆν εἶναι μετέωρον ὑπ᾿ οὐδενὸς κρατουμένην, μένουσαν διὰ τὴν
  • ὁμοίαν πάντων ἀπόστασιν. Τὸ δὲ σχῆμα αὐτῆς γυρόν, στρογγύλον, κίονι λίθῳ παραπλήσιον. Τῶν δὲ ἐπιπέδων ᾧ μὲν ἐπιβεβήκαμεν, ὃ δὲ ἀντίθετον ὑπάρχει. Τὰ δὲ ἄστρα γίνεσθαι κύκλον πυρός, ἀποκριθέντα τοῦ κατὰ τὸν κόσμον πυρός, περιληφθέντα
  • δ᾿ ὑπὸ ἀέρος. Ἐκπνοὰς δ᾿ ὑπάρξαι τινὰς ἀερώδεις,
  • καθ᾿ οὓς τόπους φαίνεται τὰ ἄστρα· διὸ καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι. Τὴν δὲ σελήνην ποτὲ μὲν πληρουμένην φαίνεσθαι, ποτὲ δὲ μειουμένην κατὰ τὴν τῶν
    v.1.p.18
    πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. Εἷναι δὲ τὸν κύκλον τοῦ ἡλίου
  • ἑπτακαιεικοσιπλασίονα τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν
  • ἡλίου, κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν ἀστέρων κύκλους. Τὰ δὲ ζῶα γίνεσθαι ἐξατμιζόμενα ὑπὸ τοῦ ἡλίου. Τὸν δὲ ἄνθρωπον ἑτέρῳ ζώῳ γεγονέναι, τούτεστιν ἰχθύϊ, παραπλήσιον κατ᾿ ἀρχάς. Ἀνέμους δὲ γίνεσθαι τῶν λεπτοτάτων ἀτμῶν τοῦ ἀέρος
  • ἀποκρινομένων καὶ ὅταν ἀθροισθῶσι κινουμένων, ὑετὸν δὲ
  • ἐκ γῆς ἀναδιδομένης ἐκ τῶν ὑφ᾿ ἤλιον· ἀστραπὰς δὲ, ὅταν ἄνεμος ἐμπίπτων διϊστᾷ τὰς νεφέλας. Οὗτος ἐγένετο κατὰ ἔτος τρίτον τῆς τεσσαρακοστῆς δευτέρας ὀλυμπιάδος.