Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Δημόκριτος δὲ Λευκίππου γίνεται γνώριμος. Δημόκριτος Δαμασίππου, Ἀβδηρίτης, πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτῳ καὶ ἀστρολόγοις

  • καὶ ἐν Βαβυλῶνι μάγοις. Λέγει δὲ ὁμοίως Λευκίππῳ περὶ
  • στοιχείων, πλήρους καὶ κενοῦ, τὸ μὲν πλῆρες λέγων ὄν, τὸ δὲ κενόν, οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινουμένων τῶν ὄντων ἐν τῷ κενῷ· ἀπείρους δὲ εἷναι κόσμους καὶ μεγέθει διαφέροντας, ἔν τισι δὲ μὴ εἶναι ἥλιον μηδὲ σελήνην, ἔν τισι δὲ μείζω τῶν παρ᾿
  • ἡμῖν, καὶ ἔν τισι πλείω. Εἷναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα,
  • καὶ τῇ μὲν πλείους, τῇ δὲ ἐλάττους, καὶ τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάζειν, τοὺς δὲ φθίνειν, καὶ τῇ μὲν γίνεσθαι, τῇ δὲ λείπειν. Φθείρεσθαι δὲ αὐτοὺς ὑπ᾿ ἀλλήλων προσπίπτοντας. Εἷναι δὲ ἐνίους κόσμους ἐρήμους ζώων καὶ
  • φυτῶν καὶ παντὸς ὑγροῦ. Τοῦ δὲ παρ᾿ ἡμῖν κόσμου πρότερον
  • v.1.p.28
    τὴν γῆν τῶν ἄστρων γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἄστερας. Τοὺς δὲ πλάνητας οὐδ᾿ αὐτοὺς ἔχειν ἴσον ὕψος. Ἀκμάζειν δὲ κόσμον, ἕως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν. Οὗτος ἐγέλα
  • πάντα, ὡς γέλωτος ἀξίων πάντων τῶν ἐν ἀνθρώποις.
  • Ξενοφάνης δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός. Οὗτος ἕως Κύρου διέμενεν. Οὗτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων, εἰπὼν οὕτως· εἰ γὰρ καὶ τὰ μάλιστα τύχῃ τετελεσμένον εἰπών,

  • αὐτὸς ὅμως οὐκ οἶδε, δόκος δ᾿ ἐπὶ πᾶσι τέτυκται.
  • Λέγει δὲ ὅτι οὐδὲν γίνεται οὐδὲ φθείρεται οὐδὲ κινεῖται, καὶ ὅτι ἓν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. Φησὶ δὲ καὶ τὸν θεὸν εἷναι ἀΐδιον, καὶ ἕνα, καὶ ὅμοιον πάντη, καὶ πεπερασμένον, καὶ σφαιροειδῆ, καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν. Τὸν δὲ
  • ἥλιον ἐκ μικρῶν πυριδίων ἀθροιζομένων γίνεσθαι καθ᾿ ἑκάστην
  • ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι, καὶ μήτε ὑπ᾿ ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. Καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς. Οὗτος τὴν θάλασσαν ἁλμυρὰν ἔφη διὰ τὸ πόλλα μίγματα συρρέειν ἐν αὐτῇ· ὁ δὲ
  • Μητρόδωρος διὰ τὸ ἐν τῇ γῇ διηθεῖσθαι, τούτου χάριν γίνεσθαι
  • ἁλμυράν· ὁ δὲ Ξενοφάνης μῖξιν τῆς γῆς πρὸς τὴν θάλασσαν γενέσθαι δοκεῖ καὶ τῷ χρόνῳ ἀπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὅτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εὑρίσκονται κόγχαι, καὶ ἐν Συρρακούσαις δὲ ἐν ταῖς λατομίαις
  • λέγει εὑρῆσθαι τύπον ἰχθύος καὶ φωκῶν, ἐν δὲ Πάρῳ τύπον
  • ἀφύης ἐν τῷ βάθει τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας συμπάντων θαλασσίων. Ταῦτα δέ φησι γενέσθαι, ὅτε πάντα ἐπηλώθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῷ πηλῷ ξηρανθῆναι, ἀναιρεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας, ὅταν ἡ γῆ κατενεχθεῖσα
  • εἰς τὴν θάλασσαν πηλὸς γένηται, εἶτα πάλιν ἄρχεσθαι τῆς
  • γενέσεως, καὶ τοῦτο πᾶσι τοῖς κόσμοις γίνεσθαι καταβολήν.

    Ἔκφαντός τις Συρρακούσιος ἔφη μὴ εἴναι ἀληθινὴν τῶν ὄντων λαβεῖν γνῶσιν. Ὁρίζει δὲ, ὡς νομίζει τὰ μὲν πρῶτα

    v.1.p.30
    ἀδιαίρετα εἶναι σώματα, καὶ παραλλαγὰς αὐτῶν τρεῖς ὑπάρχειν,
  • μέγεθος, σχῆμα, δύναμιν, ἐξ ὧν τὰ αἰσθητὰ γίνεσθαι
  • Εἷναι δὲ τὸ πλῆθος αὐτῶν ὡρισμένον καὶ τοῦτο ἄπειρον. Κινεῖσθαι δὲ τὰ σώματα μήτε ὑπὸ βάρους μήτε πληγῆς, ἀλλ᾿ ὑπὸ θείας δυνάμεως, ἣν νοῦν καὶ ψυχὴν προσαγορεύει. Τούτου μὲν οὖν τὸν κόσμον εἶναι ἰδέαν, δι᾿ δ καὶ σφαιροειδῆ ὑπὸ θείας
  • δυνάμεως γεγονέναι. Τὴν δὲ γῆν μέσον κόσμου κινεῖσθαι περὶ
  • τὸ αὐτῆς κέντρον ὡς πρὸς ἀνατολήν.

    Ἵππων δὲ ὁ Ῥηγῖνος ἀρχὰς ἔφη ψυχρὸν τὸ ὕδωρ καὶ θερμὸν τὸ πῦρ. Γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὕδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν, συστῆσαί τε τὸν κόσμον. Τὴν δὲ

  • ψυχὴν ποτὲ μὲν ἐγκέφαλον ἔφη εἶναι, ποτὲ δὲ ὕδωρ, καὶ γὰρ
  • τὸ σπέρμα εἶναι, τὸ φαινόμενον ἡμῖν ἐξ ὑγροῦ, ἐξ οὗ φησε ψυχὴν γίνεσθαι.

    Ταῦτα μὲν οὖν ἱκανῶς δοκοῦμεν παρατεθεικέναι. Διὸ δοκεῖ λοιπὸν αὐτάρκως διαδραμόντων ἡμῶν τὰ τοῖς φυσικοῖς

  • δόξαντα, ἀναδραμεῖν ἐπὶ Σωκράτην καὶ Πλάτωνα, οἳ τὸ ἠθικὸν
  • μάλιστα προετίμησαν.

    Ὁ μὲν οὖν Σωκράτης γίνεται Ἀρχελάου τοῦ φυσικοῦ ἀκροατής· ὃς τὸ γνῶθι σαυτὸν προτιμήσας καὶ μεγάλην σχολὴν συστήσας ἔσχε πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα,

  • αὐτὸς μὲν μηδὲν σύγγραμμα καταλιπών. Ὁ δὲ Πλάτων τὴν
  • πᾶσαν αὐτοῦ σοφίαν ἀπομαξάμενος συνέστησε τὸ διδασκαλεῖον μίξας ὁμοῦ φυσικήν, ἠθικήν, διαλεκτικήν. Ἃ δὲ ὁ Πλάτων ὁρίζειν, ἐστὶ ταῦτα.

    Πλάτων ἀρχὰς εἷναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ

  • παράδειγμα· θεὸν μὲν τὸν ποιητὴν καὶ διακοσμήσαντα τόδε τὸ
  • πᾶν καὶ προνοούμενον αὐτοῦ· ὕλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἣν καὶ δεξαμενὴν καὶ τιθήνην καλεῖ, ἐξ ἧς διακοσμηθείσης γενέσθαι
    v.1.p.32
    τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν συνέστηκεν ὁ κόσμος, πυρός, ἀέρος, γῆς, ὕδατος, ἐξ ὧν καὶ τὰ ἄλλα πάντα συγκρίματα καλούμενα,
  • ζῶά τε καὶ φυτὰ συνεστηκέναι. Τὸ δὲ παράδειγμα
  • τὴν διάνοιαν τοῦ θεοῦ εἶναι, ὃ καὶ ἰδέας καλεῖ, ᾧ οἷον εἰκονίσματι προσέχων ἐν τῇ ψυχῇ ὁ θεὸς τὰ πάντα ἐδημιούργει. Τὸν μὲν θεόν φησιν ἀσώματόν τε καὶ ἀνείδεον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτὸν εἷναι· τὴν δὲ ὕλην δυνάμει μὲν
  • σῶμα, ἐνεργείᾳ δὲ οὐδέπω· ἀσχημάτιστον γὰρ αὐτὴν οὐσαν καὶ
  • ἄποιον, προσλαβοῦσαν σχήματα καὶ ποιότητας γενέσθαι σῶμα. Τὴν μὲν οὖν ὕλην ἀρχὴν εἷναι καὶ σύγχρονον τῷ θεῷ, ταύτῃ καὶ ἀγέννητον τὸν κόσμον. Ἐκ γὰρ αὐτῆς συνεστάναι φησὶν αὐτόν. Τῷ δὲ ἀγεννήτῳ ἀκολουθεῖν πάντως καὶ τὸ ἄφθαρτον.
  • Ἦι δὲ σῶμά τε καὶ ἐκ πολλῶν ποιοτήτων καὶ ἰδεῶν συγκείμενον
  • ὑποτίθεται, ταύτῃ καὶ γεννητὸν καὶ φθαρτόν. Τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν, χρησάμενοι παραδείγματι τοιούτῳ· ὅτι ὥσπερ ἄμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος
  • κατὰ μέρος ἐπισκευαζομένη, κἂν τὰ μέρη φθείρηται ἑκάστοτε,
  • αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει· τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν εἰ καὶ φθείρεται, ἐπισκευαζομένων δὲ καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀΐδιος μένει. Τὸν δὲ θεὸν οἱ μὲν ἕνα φασὶν αὐτὸν εἰπεῖν ἀγέννητον καὶ ἄφθαρτον, ὡς
  • λέγει ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεὸς, ὥσπερ καὶ ὁ παλαιὸς
  • λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχει. Οὕτως ἕνα αὐτὸν τὸν διὰ πάντων κεχωρηκότα ἀποφαίνεται. Οἱ δὲ καὶ πολλοὺς, ἀορίστως, ὅταν λέγῃ· θεὸς θεῶν, ὧν ἐγὼ δημιουργός τε καὶ πατήρ. Οἱ δὲ καὶ ὡρισμένους, ὅταν
  • λέγῃ, ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πιηνὸν ἄρμα ἐλαύνων,
  • καὶ ὅταν γενεαλογῇ τοὺς Οὐρανοῦ παῖδας καὶ Γῆς. Οἱ δὲ συστήσασθαι μὲν αὐτὸν θεούς γενητούς, καὶ διὰ μὲν τὸ γεγενῆσθαι πάντως αὐτοὺς φθαρῆναι ἀνάγκην ἔχειν, διὰ δὲ τὴν βούλησιν τοῦ θεοῦ ἀθανάτους εἶναι, ἐν ᾧ προσθεὶς λέγει· θεὸς
  • θεῶν, ὧν ἐγὼ δημιουργός τε καὶ πατήρ, ἄλυτα ἐμοῦ γε θέλοντος,
  • ὡς ἄν εἰ λυθῆναι αὐτὰ θέλει, ῥᾳδίως λυθησόμενα. Δαιμόνων δὲ φύσεις ἀποδέχεται, καὶ τοὺς μὲν ἀγαθοὺς εἶναι φησὶν
    v.1.p.34
    αὐτῶν, τοὺς δὲ φαύλους. Καὶ τὴν ψυχὴν οἱ μὲν φασὶν αὐτὸν ἀγένητον λέγειν καὶ ἄφθαρτον, ὅταν λέγῃ· ψυχὴ πᾶσα
  • ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον· καὶ ὅταν αὐτοκίνητον
  • αὐτὴν ἀποδεικνύῃ καὶ ἀρχὴν κινήσεως. Οἱ δὲ γενητὴν μέν, ἄφθαρτον δὲ διὰ τὴν τοῦ θεοῦ βούλησιν. Οἱ δὲ σύνθετον καὶ γενητὴν καὶ φθαρτήν· καὶ γὰρ κρατῆρα αὐτῆς ὑποτίθεσθαι, καὶ σῶμα αὐτὴν ἔχειν αὐγοειδές, τὸ δὲ γενόμενον πᾶν
  • ἀνάγκην ἔχειν φθαρῆναι. Οἱ δὲ ἀθάνατον αὐτὴν εἶναι λέγοντες
  • μάλιστα ἐκείνοις ἰσχυρίζονται, ὅσοις καὶ κρίσεις φησὶν εἶναι μετὰ τελευτήν, καὶ ἐν Ἅιδου δικαστήρια, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς ἀκολούθων δικῶν. Τινὲς μὲν οὖν φασὶν καὶ μετενσωμάτωσιν αὐτὸν ὁμολογεῖν καὶ
  • μεταβαίνειν τὰς ψυχὰς ὡρισμένας οὔσας ἄλλας εἰς ἄλλα σώματα
  • κατ᾿ ἀξίαν ἑκάστῃ καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι ἐς τοῦτον τὸν κόσμον πάλιν πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως. Οἱ δὲ οὔ, ἀλλὰ τόπον λαγχάνειν κατ᾿ ἀξίαν ἑκάστῃ, καὶ χρῶνται μαρτυρίῳ, ὅτι φησὶ μετὰ Διός
  • τινας εἶναι, ἄλλους δὲ μετὰ ἄλλων θεῶν συμπεριπολοῦντας
  • τῶν ἀγαθῶν ἀνδρῶν, τοὺς δὲ ἐν κολάσεσιν ὑπάρχειν αἰωνίοις, ὅσοι πονηρὰ καὶ ἄδικα παρὰ τοῦτον τὸν βίον εἰσὶν ἐξειργασμένοι. Φασὶ δὲ αὐτὸν τὰ μὲν ἄμεσα λέγειν, τὰ δὲ ἔμμεσα, τὰ δὲ μέσα τῶν πραγμάτων. Ἐγρήγορσιν μὲν καὶ ὕπνον ἄμεσα,
  • καὶ ὅσα τοιαῦτα· ἔμμεσα δέ, οἶον ἀγαθὰ καὶ κακά· καὶ
  • μέσα, οἷον τοῦ λευκοῦ καὶ μέλανος τὸ φαιὸν ἤ τι ἄλλο χρῶμα. Ἀγαθὰ δὲ μόνα κυρίως λέγειν φασὶν αὐτὸν τὰ περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα καὶ τὰ ἐκτὸς οὐκ ἔτι κυρίως ἀγαθά, ἀλλὰ λεγόμενα ἀγαθά, πολλαχοῦ δὲ καὶ μέσα ὠνομακέναι αὐτά·
  • εἶναι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρῆσθαι. Τὰς μὲν οὖν
  • ἀρετὰς κατὰ τιμὴν ἀκρότητας εἶναι φησι, κατὰ δὲ οὐσίαν μεσότητας· τιμιώτερον μὲν γὰρ οὐδὲν ἀρετῆς. Τὸ δὲ ὑπερβάλλον αὐτῶν ἢ ἐνδέον εἰς κακίαν τελευτᾶν, οἷον τέσσαράς φησιν εἶναι ἀρετὰς φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. Τούτων
  • ἑκάστῃ παρακολουθεῖν δύο κακίας, καθ᾿ ὑπερβολὴν καὶ μείωσιν,
  • οἷον τῇ μὲν φρονήσει ἀφροσύνην κατὰ μείωσιν, πανουργίαν
    v.1.p.36
    δὲ καθ᾿ ὑπερβολήν, τῇ δὲ σωφροσύνῃ ἀκολασίαν κατὰ μείωσιν, σκαιότητα καθ᾿ ὑπερβολήν, τῇ δὲ δικαιοσύνῃ μειονεξίαν κατὰ μείωσιν, πλεονεξίαν καθ᾿ ὑπερβολήν, τῇ δὲ ἀνδρείᾳ δειλίαν
  • κατὰ μείωσιν, θρασύτητα καθ᾿ ὑπερβολήν, ταύτας δὲ
  • ἐγγενομένας τὰς ἀρετὰς ἀνθρώπῳ ἀπεργάζεσθαι αὐτὸν τέλειον καὶ παρέχειν αὐτῷ εὐδαιμονίαν. Τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν. Τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὅταν τις ὅσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως.
  • Τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται.
  • Λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις. Τὰς δὲ κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις. Εἱμαρμένην φησὶν εἶναι, οὐ μὴν πάντα
  • καθ᾿ εἱμαρμένην γίνεσθαι, ἀλλ᾿ εἶναί τι καὶ ἐφ᾿ ἡμῖν, ἐν οἷς
  • φησίν· αἰτία ἑλομένου, θεὸς ἀναίτιος, καί· θεσμός τε Ἀδραστείας ὅδε. Οἱ δὲ οὕτω τὸ καθ᾿ εἱμαρμένην, οἱ δὲ καὶ τὸ ἐφ᾿ ἡμῖν· ἀκούσια δέ φησιν εἶναι τὰ ἁμαρτήματα· εἰς γὰρ τὸ κάλλιστον τῶν ἐν ἡμῖν, ὅπερ ἐστὶν ἡ ψυχή, οὐκ ἄν τινα τὸ κακὸν
  • παραδέξασθαι, τουτέστι τὴν ἀδικίαν· κατὰ ἄγνοιαν δὲ καὶ σφάλμα
  • τοῦ ἀγαθοῦ, οἰομένους καλόν τι ποιεῖν, ἐπὶ τὸ κακὸν ἔρχεσθαι. Καὶ λέξις τούτου ἐμφανεστάτη ἐστὶν ἐν τῇ Πολιτείᾳ, ἐν ᾗ φησιν· πάλιν δὲ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ κακία· πῶς οὖν δή τις τὸ τοιοῦτον κακὸν αἱροῖτ᾿ ἂν;
  • ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον,
  • εἴπερ τὸ νικᾶν ἑκούσιον; ὥστε ἐκ παντὸς λόγου τό γε ἀδικεῖν ἀκούσιον ὁ λόγος αἱρεῖ. Ἀντιτίθεται δέ τις αὐτῷ πρὸς τοῦτο· διὰ τί οὖν κολάζονται, εἰ ἀκουσίως ἁμαρτάνουσιν; Ὁ δὲ λέγει, ἵνα τε αὐτὸς ὅτι τάχιστα ἀπαλλαγῇ κακίας, καὶ κόλασιν
  • ὑπόσχῃ. Τὸ γὰρ κόλασιν ὑποσχεῖν οὐ κακὸν εἶναι ἀλλὰ
  • ἀγαθόν, εἴπερ μέλλει κάθαρσις τῶν κακῶν γίνεσθαι· καὶ ἵνα μηδὲν ἁμαρτάνωσιν οἱ λοιποὶ ἀκούοντες ἄνθρωποι, ἀλλὰ φυλάσσωνται τὴν τοιαύτην πλάνην. Κακοῦ δὲ φύσιν οὔτε ὑπὸ θεοῦ γενέσθαι, οὔτε καθ᾿ αὑτὴν ὑπόστασιν ἔχειν, ἀλλὰ κατ᾿
    v.1.p.38
  • ἐναντίωσιν καὶ παρακολούθησιν τοῦ ἀγαθοῦ γενέσθαι, ἢ καθ᾿
  • ὑπερβολὴν ἢ κατὰ μείωσιν, ὡς περὶ τῶν ἀρετῶν προείπομεν. Ὁ μὲν οὖν Πλάτων, καθὼς προείπομεν, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας, οὕτως ἐφιλοσόφησεν.