Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀλλ᾿ ἐπεὶ τῆς γενεαλογίας αὐτῶν τὴν διαδοχὴν ἐπεδείξαμεν, δοκεῖ λοιπὸν καὶ τῶν δογμάτων τὴν κακοδιδασκαλόαν ἐκθέσθαι, <καὶ> πρότερον τὰ Ἡρακλείτῳ τῷ σκοτεινῷ δόξαντα ἔπει<τα> καὶ τὰ τούτων μέρη Ἡρακλείτεια ὄντα φανερῶσαι, τυχὸν[τες] οἱ νῦν προστάται τῆς σἱρέσεως οὐκ ἴσασιν ὄντα τοῦ σκοτεινοῦ, νομίζοντες εἶναι Χριστοῦ.

οἷς εἰ ἐνέτυχον, κἂν οὕτω δυσωπηθέντες παύσονται τῆς ἀθέου δυσφημίας. ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται ὑφ᾿ ἡμῶν ἐν τοῖς Φιλοσοφουμένοις ἡ δόξα Ἡρακλείτου, ἀλλά γε δικεῖ προσαντιπαραχθῆναι καὶ νῦν, ὅπως διὰ τοῦ ἐγγίονος ἐλέγχου φανερῶς διδαχθῶσιν οἱ τούτου, νομίζοντες Χριστοῦ εἶναι μαθηταί, οὐκ ὄντες, ἀλλὰ τοῦ σκοτεινοῦ.

Ἡράκλειτος μὲν οὖν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον. »οὐκ ἐμοῦ ἀλλὰ τοῦ λόγου ἀκούσαντς ὁμολογεῖν σοφόν ἐστιν, ἓν πάντα εἶναι«, ὁ Ἡράκλειτός φησι·