Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

| Γεγένηταί τις ὀνόματι Νοητός, τῷ γένει Σμυρναῖος. οὗτος εἰσηγήσατο αἵρεσιν ἐκ τῶν Ἡρακλείτου δογμάτων οὗ διάκονος καὶ μαθητὴς γίνεται Ἐπίγονός τις τοὔνομα, ὅς τῇ Ῥώμῃ ἐπιδημήσας ἐπέσπειρε τὴν ἄθεον γνώμην. ᾧ μαθητεύσας Κλεομένης, καὶ βίῳ καὶ τρόπῳ ἀλλότριος τῆς ἐκκλησίας, ἐκράτυνεε τὸ δόγμα, κατ᾿ ἐκεῖνο καιροῦ Ζεφυρίνου διέπειν νομίζοντος τὴν ἐκκλησίαν, ἀνδρὸς ἰδιώτου [*](f. 110r) καὶ αἰσχροκερδοῦς·

<ὃς> τῶ κέρδει πειθόμενος πειθόμενος τοῖς προσιοῦσι τῷ Κλεομένει μαθητεύεσθαι καὶ αὐτὸς ὑποσυρόμενος τῷ χρόνῳ ἐπὶ τὰ αὐτὰ ὥρμητο, συμβούλου καὶ συναγωνιστοῦ τῶν κακῶν ὄντος αὐτῷ Καλλίστου, οὗ τὸν βίον καὶ τὴν ἐφευρεθεῖσαν αἵρεσιν μετ᾿ οὐ πολὺ ἐκθήσομαι.

τούτων κατὰ διαδοχὴν διέμεινε τὸ διδασκαλεῖον κρατυνόμενον καὶ ἐπαῦξον διὰ τὸ συναίρεσθαι αὐτοῖς τὸν Ζεφυρῖνον καὶ τὸν Κάλλιστον, καίτοι ἠμῶν μηδέποτε συγχωρησάντων, ἀλλὰ πλειστάκις ἀντικαθεστώτων πρὸς αὐτοὺς καὶ [*]( C. 6—14 ediert von Bunsen, Analecta 1363ff — 16 —20 vgl. X 27, Hippolyt G. Noetos S. 43, 11 L. τὸ μὲν γένος ἦν Σμυρναῖος — ἐκθήσομαι] C. 11 ff κενὴ Ρ 5 τῶ δέοντι Ρ, verb. Wordsworth 6 μαγίαις Ρ 7 τὰ παρὰ Ἰουδαίοις Sauppe: τὰ Ἰουδαίοις Ρ, παρὰ Ἰουδαίοις ö., τὰ Ἰουδαίων Miller 8 Titel auf der Mitte einer neuen Zeile, φιλοσοφουμένων θ schwarz, zweimal νοητός schwarz und rot Ρ πολλοὶ Ρ 9 γε Petersen: τε Ρ, τι Roeper 11 διασκεδανοίην Ρ 12 ἐν > Cruice 12f πᾶσι τοῖς Miller: πᾶσισ Ρ 18 τῆ ῥώμην υ Ρ 22 + ὃς Miller 23 κλεομένη Ρ 24 ὠρμᾶτο Wordsworth συμβόλου Ρ συναιρεῖσθαι Ρ, verb. Wordsworth 29 ἀντικαθεστότων Ρ)

241
διελεγξάντων καὶ ἄκοντας βιασαμένων τὴν ἀλήθειαν ὁμολογεῖν· οἳ πρὸς μὲν ὥραν αἰδούμενοι καὶ ὑπὸ τῆς ἀληθείας συναγόμενοι ὡμολόγουν, μετ᾿ οὐ πολὺ δὲ ἐπὶ τὸν αὐτὸν βόρβορον ἀνεκυλίοντο.