Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἕτεροι δὲ ἐπὰν ἀκούσωσί τινος περὶ θεοῦ διαλεγομένου καὶ τῶν τούτου νόμων, εἰ ἀπερίτμητος εἴη, παραφυλάξας τὸν τοιοῦτον ἐν τόπῳ τινὶ μόνον, φονεύειν ἀπειλεῖ εἰ μὴ περιτμηθείη· ὃς εἰ μὴ βούλοιτο πείθεσθαι, οὐ φείδεται, ἀλλὰ καὶ σφάζει. ὅθεν ἐκ τοῦ συμβαίνοντος τὸ ὄνομα προσέλαβον, Ζηλωταὶ καλούμενοι, ὑπό τινων ὑπό Σικάριοι. ἕτεροι δὲ αὐτῶν οὐδένα κύριον ὀνομάζουσι πλὴν τὸν θεόν, εἰ καὶ αἰκίζοιτό τις ἢ καὶ ἀναιροῖ[το].

τοσοῦτον δὲ οἱ μετέπειτα ἐλάττους τῇ ἀσκήσει γεγένηνται, ὥστε τοὺς τοῖς ἀρχαίοις ἔθεσιν ἐμμένοντας μηδὲ προσψαύειν αὐτῶν· ὧν εἰ ψαύσαιεν. εὐθέως ἀπολούονται, ὥς τινος ἀλλοφύλου ψαύσαντες. εἰσὶ δὲ καὶ μακρόβιοι οἱ λεῖστοι, ὥστε καὶ πλέον ἑκατὸν ἔτεσι ζῆν· φασὶν οὖν εἶναι αἴτιον τό τε τῆς ἄκρας θεοσεβείας καὶ τὸ καταγνωσθῆ<ναι> ἀμέτρως προσφέρεσθαι ἐγκρατιστὰς εἶναι καὶ ἀοργήτους. θανάτου δὲ καταφρονοῦσι χαίροντες, ἡνίκα μετὰ συνειδήσεως ἀγαθῆς τελευτῶσιν· εἰ δὲ καὶ αἰκόζοιτό τις τοὺς τοιούτους, ἴνα ἢ τὸν νόμον δυσφημήσῃ ἢ εἰδωλόθυτον φάγῃ, οὐ π(οι)ήσει ὑπομένων θανεῖν καὶ βασάνους βαστάσαι, ἵνα τὸ συνειδὸς μὴ παρέλθῃ.

Ἔρρωται δὲ παρ’ αὐτοῖς καὶ ὁ τῆς ἀναστάσεως λόγος· ὁμο- [*](6 — 17 Zusatz des Hipp.) [*](4 μὴ αἰνούσης Ρ 5 κατὰ χρόνον auch los. 9 ἧς We.: ἣν Ρ, ᾑ Miller 12. 13 παραφυλάξαντες und ἀπειλοῦσι Cruice 13 ὃς εἰμὶ Ρ 17 ἀναιροῖ We.: ἀναιροῖτο Ρ 18 γεγένηται Ρ 18f πρὸς ψάβειν Ρ 19 ψαύσαιεν Sauppc: ψαύσοιεν Ρ 21 ἑκτὸν Ρ οὖν] τούτου Cruice 22f καὶ τὸ κατὰ <πάντα> ἁγνῶς δὴ καὶ εὐμέτρως προσφέρεσθαι <καὶ> ἐγκρατιστὰς Sauppe, los. § 151 μέν, ὡς τοὺς πολλοὺς ὑπὲρ ἑκατὸν παρατείνειν ἔτη, διὰ τὴν ἁπλότητα τῆς διαίτης ἔμοιγε δοκεῖν καὶ τὴν εὐταξίαν 22 το ohne Acc. Ρ, nach Miller τῶ καταγνωσθὴ Ρ <τοῦ> ἀμέτρως Cruice + ὡς We. 26 Miller)

261
λογοῦσι γὰρ καὶ τὴν σάρκα ἀναστήσεσθαι καὶ ἔσεσθαι ἀθάνατον, ὃν τρόπον ἤδη ἀθάνατός ἐστιν ἡ ψυχή· ἣν χωρισθεῖσαν νῦν ἔστιν εἰς ἕνα χῶρον εὔπνουν καὶ φωτεινὸν ἀναπαύεσθαι ἕως κρίσεως, ὃν χῶρον Ἕλληνες ἀκούσαντες μακάρων νήσους ὠνόμασαν.

ἀλλὰ καὶ ἕτερα τούτων δόγματα πολλοὶ τῶν Ἑλλήνων σφετερισάμενοι ἰδίας δόξας συνεστήσαντο. ἔστι γὰρ ἡ κατὰ τούτους ἄσκησις περὶ τὸ θεῖον ἀρχαιοτέρα πάντων Μνῶν, ὡς δείκνυσθαι πάντας τοὺς περὶ θεοῦ εἰπεῖν τετολμηκότας ἢ περὶ τῆς τῶν ὄντων δημιουργίας μὴ ἑτέρωθεν παρειληφέναι τὰς ἀρχὰς ἢ ἀπὸ τῆς Ἰουδαϊκῆς νομοθεοίας·

ὧν μάλιστα Πυθαγόρας καὶ οἱ ἀπὸ τῆς Στοᾶς παρ᾿ Αἰγυπτίοις τούτοις μαθητευθέντες παρέλαβον. λέγουσι δὲ καὶ κρίσιν ἔσεσθαι καὶ τοῦ παντὸς ἐκπύρωσιν, καὶ τοὺς ἀδίκους κολασθήσεσθαι εἰσαεί. ἀσκεῖται δὲ ἐν αὐτοῖς τὸ προφητεύειν καὶ προλέγειν τὰ ἐσόμενα.