Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἔστι μὲν οὖν καὶ ἕτερον Ἐσσηνῶν τάγμα, τοῖς μὲν αὐτοῖς ἤθεσι καὶ διαίτῃ χρώμενοι, ἑνὶ δὲ τούτῳ ἐνδιαλλάττουσι, τ)ῷ γαμεῖν, δεινόν τι λέγοντες δρᾶν τοὺς ἀ(πο)ποιήσαντας γάμου· πρὸς τὴν ἀναίρεσιν τοῦ βίου γίνεσθαι τοῦτο, καὶ μὴ δεῖν ἐκκόπτειν τὴν τῶν τέκνων διαδοχὴν φάσκοντες· ὡς εἰ πάντες τοῦτο φρονήσειαν, ἐκκοπήσεσθαι ῥᾳδίως τὸ πᾶν γένος ἀνθρώπων.

δοκιμάζουσι μέντοι τριετίᾳ τὰς γαμετάς· ἐπὰν δὲ τρὶς καθαρθῶσιν εἰς πεῖρα)ν τοῦ δύνασθαι τίκτειν, οὕτως ἄγονται. ταῖς ἐγκύμοσιν οὐχ ὁμιλοῦσιν, ἐπιδεικνύμενοι τὸ μὴ δι᾿ ἡδονὴν γαμεῖν, ἀλλὰ διὰ τέκνων χρείαν. ὁμοίως δὲ καὶ αἱ γυναῖκες ἀπολούονται καὶ αὐταὶ ἐπένδυμα ἐνδυόμεναι λινοῦν, ὃν τρόπον οἱ ἄνδρες τὰ περιζώματα. ταῦτα μὲν οὖν <τὰ> κατὰ Ἐσσηνούς.

Ἐτεροι δὲ καὶ αὐτοὶ τῶν Ἰουδαίων Μῶν ἀσκηταὶ καὶ κατὰ γένος καὶ κατὰ νόμους Φαρισαῖοι καλούμενοι. ὧν τὸ μὲν πλεῖστον μέρος [*](4—11 Zusatz des Hipp. — 26 — S. 262, 27 Schilderung der äer und äer nach los. a. a. Ο. II 8, 14 = § 162—166 N. mit ätzen — 27 — S, 262 Zusatz des Hipp.) [*](1f los. § 154 φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν, christianisiert von Hipp. (s. auch Ζ. 3 ἓως κρίσεως) 2 ἔστιν Ρ: φασιν ö., νῦν ἔς τινα εἰς ἔνα] χῶρον Diels 8 περὶ τῆς ö.; τῆς περὶ Ρ 13 <καὶ> τὸ Sauppe 14 ἐσηνῶν Ρ 15 We. (vgl. Χ 24): τούτων Ρ ἐνδιαλάττουσι ουABBREVῶ γαμεῖν (so) Ρ 16 λέγοντος Ρ καταφρονήσαντας? We. 20 πεῖραν auch los. 21 ταῖς δ’ los. 22 ἐνδεικνύμενοι los. διὰ > los. 23 ἐπένδυμα Miller: ἐπ’ ἔνα Ρ; los. § λουτρὰ δὲ ταῖς γυναιξὶν ἀμπεχομέναις ἐνδύματα 25 + τὰ ö. ἐσηνούς Ρ 26 ἐθνῶν Ρ)

262
ἐστὶ κατὰ πάντα τόπον, πάντων μὲν Ἰουδαίων καλουμένων, διὰ δὲ τὰς ἰδίως δοξαζομένας γνώμας ὀνόμασι κυρίοις ἐπικαλουμένων.

οὗτοι μὲν οὐν τὴν ἀρχαίαν παράδοσιν διακρατοῦντες, ἐπὶ τοῖς κατὰ νόμον καθαροῖς καὶ μὴ καθαροῖς ἐπιεικῶς ἐξετάζοντες διαμένουσι· τά τε τοῦ νόμου ἑρμηνεύουσι, διδασκάλους εἰς ταῦτα προβιβάζοντες.

οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾿ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴν | εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾿ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης, θεὸν δὲ πάντων εἶναι αἴτιον, καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι καὶ ψυχὴν ἀθάνατον καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσεσθαι, ἀδίκους δὲ εἰς ἀεὶ κολασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.