Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

χρόνου δὲ διελθόντος, ὡς συμβαίνει γίνεσθαι, προσελθόντες ἀδελφοὶ παρεκάλουν τὸν Καρποφόρον, ὅπως ἐξαγάγῃ τῆς κολάσεως τὸν δραπέτην, φάσκοντες αὐτὸν ἁμολογεῖν ἔχειν παρά τισι χρῆμα ἀποκείμενον.

ὁ δὲ Καρποφόρος, ὡς εὐλαβής, τοῦ μὲν ἰδίου ἔλεγεν ἀφειδεῖν, τῶν δὲ παραθηκῶν φροντίζειν — πολλοὶ γὰρ αὐτῷ ἀπεκλαίοντο λέγοντες, ὅτι τῷ αὐτοῦ προσχήματι ἐπίστευσαν τῷ Καλλίστῳ, ἃ πεπιστεύκεισαν — καὶ πεισθεὶς ἐκέλευσεν ἐξαγαγεῖν αὐτόν.

ὁ δὲ μηδὲν ἔχων ἀποδιδόναι καὶ πάλιν ἀποδιδράσκειν μὴ δυνάμενος διὰ τὸ φρουρεῖσθαι, τέχνην θανάτου ἐπενόησε καὶ σαββάτῳ σκηφάμενος ἀπιέναι ὡς ἐπὶ χρεώστας ὤρμησεν ἐπὶ τὴν συναγωγὴν τῶν Ἰουδαίων συνηγμένων καὶ στὰς κατεστασίαζεν αὐτῶν. οἱ δὲ καταστασιασθέντες ὑπ᾿ αὐτοῦ, ἐνυβρίσαντες αὐτὸν καὶ πληγὰς ἐμφορήσαντες ἔσυρον ἐπὶ τὸν Φουσκιανὸν ἔπαρχον ὄντα τῆς πόλεως.

ἀπεκρίναντο δὲ τάδε· Ῥωμαῖοι συνεχώρησαν ἡμῖν τοὺς πατρῴους νόμους δημοσίᾶ ἀναγινώσκειν, οὗτος δὲ ἐπεισελθὼν | ἐκώλυε καταστασιάζν ἡμῶν, f. 114r φάσκων εἶναι Χριστιανός. τοῦ δὲ Φουσκιανοῦ πρὸ βήματος τυγχάνοντος καὶ τοῖς ὑπὸ Ἰουδαίων λεγομένοις κατὰ τοῦ Καλλίστου ἀγανακτοῦντος, οὐκ ἔλιπεν ὁ ἀπαγγείλας τῷ Καρποφόρῳ τὰ πρασσόμενα.